Ἰλιάς
Book 12
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 12
1ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
2ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
3Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
4τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
5εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
6ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
7ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
8ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
9ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
10ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
11καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
12τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
13αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
14πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
15πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
16Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
17δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
18τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
19ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
20Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
21Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
22καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
23κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
24τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
25ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
26συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
27αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
28ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
29φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
30λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
31αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
32τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
33κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
34ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
35θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
36τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
37βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
38νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
39Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
40αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
41ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
42κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
43οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
44ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
45αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
46ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
47ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
48ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
49ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
50τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
51τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
52χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
53εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
54ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
55ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
56ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
57πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
58ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
59ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
60δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
61Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
62ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
63ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
64ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
65ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
66ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
67εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
68Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
69ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
70νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
71εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
72ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
73οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
74ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
75ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
76ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
77αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
78Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
79οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
80ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
81αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
82οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
83ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
84ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
85ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
86οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
87πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
88οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
89οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
90τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
91καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
92ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
93τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
94τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
95υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
96Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
97αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
98τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
99Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
100Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
101Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
102πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
103οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
104τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
105οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
106βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
107σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
108ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
109βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
110ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
111αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
112ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
113νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
114ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
115ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
116πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
117ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
118εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
119ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
120τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
121εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
122ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
123ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
124τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
125ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
126σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
127νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
128υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
129τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
130τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
131τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
132ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
133αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
134ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
135ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
136μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
137οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
138ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
139Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
140Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
141οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
142ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
143αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
144Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
145ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
146ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
147ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
148δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
149πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
150γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
151ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
152ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
153λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
154οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
156νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
157ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
158ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
159ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
160ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
161βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
162δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
163Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
164Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
166σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
167οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
168οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
169οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
170ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
171ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
172χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
173ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
174Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
175ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
176ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
177πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
178λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
179νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
180πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
181σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
182ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
183δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
184οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
185αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
186ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
187αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
188υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
189Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
190αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
191Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
192πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
193αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
194πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
195ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
196τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
197οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
198τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
199οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
200ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
201αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
202φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
203ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
204κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
205ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
206ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
207αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
208Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
209κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
210δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
211Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
212ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
213δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
214οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
215νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
216μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
217ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
218Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
219αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
220φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
221ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
222οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
223ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
224ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
225οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
226πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
227χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
228ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
229εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
230τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
231Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
232οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
233εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
234ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
235ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
236βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
237τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
238πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
239εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
240εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
241ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
242ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
243εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
244τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
245εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
246νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
247οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
248εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
249παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
250αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
251ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
252ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
253ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
254ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
255θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
256τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
257ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
258κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
259στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
260πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
261τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
262ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
263ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
264βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
265ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
266πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
267ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
268νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
269ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
270ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
271ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
272καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
273τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
274ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
275αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
276νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
277ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
278τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
279ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
280νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
281κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
282ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
283καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
284καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
285κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
286εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
287ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
288αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
289βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
290οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
291τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
292εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
293ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
294αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
295καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
296ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
297χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
298τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
299βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
300δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
301μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
302εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
303σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
304οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
305ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
306ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
307ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
308τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
309αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
310Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
311ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
312ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
313καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
314καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
315τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
316ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
317ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
318οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
319ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
320οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
321ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
322ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
323αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
324ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
325οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
326νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
327μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
328ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
329ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
330τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
331τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
332τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
333πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
334ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
335ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
336ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
337ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
338τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
339βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
340καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
341ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
342αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
343ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
344ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
345εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
346ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
347ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
348εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
349ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
350καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
351ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
352βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
353στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
354Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
355ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
356κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
357ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
358εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
359ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
360ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
361εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
362ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
363καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
364ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
365αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
366Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
367ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
368αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
369αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
370ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
371καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
372τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
373εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
374τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
375οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
376ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
377σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
378Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
379Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
380μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
381κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
382χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
383οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
384θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
385πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
386κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
387Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
388ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
389ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
390ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
391βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
392Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
393αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
394ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
396πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
397Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
398ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
399τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
400τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
401βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
402ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
403παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
404Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
405ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
406χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
407χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
408κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
409ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
410ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
411μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
412ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
413ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
414μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
415Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
416τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
417οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
418τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
419οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
420τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
421ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
422μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
423ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
424ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
425δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
426ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
427πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
428ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
429μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
430πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
431ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
432ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
433ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
434ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
435ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
436ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
437πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
438Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
439ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
440ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
441Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
442ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
443ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
444κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
445Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
446ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
447ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
448ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
449οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
450τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
451ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
452χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
453ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
454αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
455δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
456εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
457στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
458εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
459ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
460βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
461ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
462λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
463νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
464σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
465δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
466νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
467κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
468τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
469αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
470ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
471νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.