Ἰλιάς
Book 19
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 19
1Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
3ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
5κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
6μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
7ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
8τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
9κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
10τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
11καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
12ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
13πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
14Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
15ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
16ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
17δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
18τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
19αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
20αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
21μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
22ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
23νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
24δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
26εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
27ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
28τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
29τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
30τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
31μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
32ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
33αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
34ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
35μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
36αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
37ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
38Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
41σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
42καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
43οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
44καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
45καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
46ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
47τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
48Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
49ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
50κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
51αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
52ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
53οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
54αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
56Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
57ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
58θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
59τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
60ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
61τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
62δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
64δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
65ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
66θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
67νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
68ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
69ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
70ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
71αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
72ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
73δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
74ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
75μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
76τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
77αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
78ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
79ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
80ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
81ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
82ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
83Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
84σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
85πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
86καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
87ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
88οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
89ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
90ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
91πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
92οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
93πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
94βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
95καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
96ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
97Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
98ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
99Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
100ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
101κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
102ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
103σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
104ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
105τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
106τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
107ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
108εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
109ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
110ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
111τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
112ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
113ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
114Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
115καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
116ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
117ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
118ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
119Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
120αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
121Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
122ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
123Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
124σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
125ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
126αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
127χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
128μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
129αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
130ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
131χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
132τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο
133ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
134ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
135Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,
136οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
137ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
138ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
139ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
140δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
141χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
142εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
143δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
144οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
145τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
146Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
147δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
148ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
149αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
150οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
151ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
152ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
153ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
154τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
155μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
156νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
157Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
158φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
159ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
160ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
161σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
162οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
163ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
164εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
165ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
166δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
167ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
168ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
169θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
170πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
171ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
172ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
173οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
174ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
175ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
176μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
177ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
178καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
179αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
180πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
181Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
182ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
183ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
184τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
185χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
186ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
187ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
188οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
189μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
190μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
191ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
192σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
193κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
194δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
195χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
196Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
197κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
198τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
199Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
200ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
202καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
203νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
205ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
206νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
207νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
208τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
209πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
210οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
211ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
212κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
213μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
214ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
215τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
216ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
217κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
218ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
219πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
220τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
221αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
223ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
224Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
225γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
226λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
227πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
228ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
229νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
230ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
231μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
232ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
233ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
234λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
235ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
236νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
237Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
238ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
239Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
241βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
242αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
243ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
244αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
245ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
246ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
247χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
248ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
249καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
250ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
251κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
252Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
253ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
254κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
255εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
256Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
257εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
258ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
259Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
260ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
261μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
262οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
263ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
264εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
265πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
266ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
268ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
269ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
270Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
271οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
272Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
273ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
274ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
275νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
276ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
277οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
279βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
281ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
282Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
283ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
284ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
285στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
286εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
288ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
289νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
290ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
291ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
295οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
297κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
298κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
300τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
301ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
302Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
303αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
304λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
305λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
306μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
307ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
308δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
309ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
310δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
311Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
312τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
314μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
315ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
318Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
320ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,
321σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
322οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
324χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
326ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
327εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
333κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
334ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
336γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
337λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
338ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
340μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
341αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
342τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
344κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
345ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
346οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
347ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
348στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
349ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
350ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
351οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
352αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
353νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
354στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
355αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
356ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
357ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
358ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
359ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
360νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
361θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
362αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
363χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
364ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
365τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
366λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
367δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
368δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
369κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
370καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
371δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
372ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
373χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
374εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
375ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
376καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
377σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
378πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
379ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
380καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας
381κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
382ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι
383χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
384πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
385εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
386τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
387ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
388βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
389πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
391Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
392ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
393ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
394γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
395κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
396χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
397Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
398τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
399σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
400Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
401ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
402ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
403μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
404τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
405Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
406ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
407αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
408καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
409ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
410αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
411οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
412Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
413ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
414ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
416ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
417μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
418ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
419τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
420Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
421εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
422νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης
423οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
424ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.