Ἰλιάς
Book 4
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 4
1οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
2χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
3νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
4δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
5αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
6κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
7δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
8Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
9ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
10τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
11αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
12καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
13ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
14ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
15ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
16ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
17εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
18ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
19αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
20ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
21πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
22ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
23σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
24Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
25αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
26πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
27ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
28λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
29ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
30τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
31δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
32τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
33Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
34εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
35ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
36ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
37ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
38σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
39ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
40ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
41τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
42μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
43καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
44αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
45ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
46τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
47καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
48οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
49λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
50τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
51ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
52Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
53τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
54τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
55εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
56οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
57ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
58καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
59καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
60ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
61κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
62ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
63σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
64ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
65ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
66πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
67ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
68ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
69αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
70αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
71πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
72ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
73ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
74βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
75οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
76ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
77λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
78τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
79κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
80Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
81ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
82ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
83ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
84Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
85ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
86ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
87Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
88Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
89εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
90ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
91λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
92ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
93ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
94τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
96ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
97τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
98αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
99σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
100ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
101εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
102ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
103οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
104ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
105αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
106ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
107πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
108βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
109τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
110καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
111πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
112καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
114μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
115πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
116αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
117ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
118αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
119εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
122ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
123νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
124αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
125λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
126ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
127οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
129ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
130ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
131παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
132αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
133χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
134ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
135διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
136καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
137μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
138ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
139ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
140αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
141ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
142Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
143κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
144ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
146τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
148ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
149ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
150ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
151ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
152ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
153τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
154χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
155φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
156οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
157ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
158οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
159σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
160εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
161ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
162σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
163εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
164ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
165καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
166Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
167αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
168τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
169ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
170αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
171καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
172αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
173κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
174Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
175κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
176καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
177τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
178αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
179ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
180καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
181σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
182ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
183τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
184θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
185οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
186εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
187ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
188τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
189αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
190ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
191φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
192ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
193Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
194φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
195ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
196ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
197Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
198ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
199βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
201ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
202λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
203ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
204ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
205ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
206ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
207Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
208ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
209βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
211βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
212κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
213αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
214τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
216ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
217αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
218αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
219πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
220ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
221τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
222οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
223ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
224οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
225ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
226ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
227καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
228Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
229τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
230γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
231αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
232καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
233τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
234Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
235οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
236ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
237τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
238ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
239ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
240οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
241τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
242Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
243τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
244αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
245ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
246ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
247ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
248εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
249ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
250ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
251ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
252οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
253Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
254Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
256αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
257Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
258ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
259ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
260Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
261εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
262δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
263ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
264ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
265τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
266Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
267ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
268ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
269ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
270Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
271ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
272ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
273ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
274τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
275ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
276ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
277τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
278φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
279ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
280τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
281δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
283καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
284καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
285Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
286σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
287αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
288αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
289τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
290τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
291χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
292ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
293ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
294οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
295ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
296Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
297ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
298πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
299ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
300ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
301ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
302σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
303μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
304οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
305μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
306ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
307ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
308ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
309τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
310ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
311καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
312καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
313ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
314ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
315ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
316ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
317τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
318Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
319ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
320ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
321εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
322ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
323βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
324αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
325ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
326ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
327εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
329αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
331ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
332ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
334ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
336τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
337καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
338ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
339καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
341σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
342ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
343πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
344ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
346οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
347νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
348ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
349τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
350Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
351πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
352Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
353ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
354Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
356τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
357ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
358διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
359οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
360οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
361ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
362ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
363εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
364ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
365εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
367πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
368καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
369καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
370ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
371τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
372οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
373ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
374ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
375ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
376ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
377ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
378οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
379καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
380οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
381ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
382οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
383Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
384ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
385αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
386δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
387ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
388τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
389ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
390ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
391οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
392ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
393κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
394Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
395υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
396Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
397πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
398Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
399τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
400γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
401ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
402αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
403τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
404Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
405ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
406ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
407παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
408πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
409κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
410τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
411τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
412τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
413οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
414ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
415τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
416Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
417τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
418ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
419ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
420δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
421ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
422ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
424πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
426κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
427ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
429ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
430τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
431σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
432τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
433Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
434μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
435ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
436ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
437οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
438ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
439ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
440Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
441Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
442ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
443οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
445ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
446οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
447σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
448χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
449ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
450ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
451ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
452ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
453ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
454κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
455τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
456ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
457πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
458ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
459τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
461αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
462ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
463τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
464Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
466τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
467νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
468πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
469οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
470ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
471ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
472ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
473ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
474ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
475Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
476γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
477τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
478θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
479ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
481δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
482ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
483ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
485τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
486ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
487ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
488τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
489Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
490Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
491τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
492βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
493ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
494τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
496στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
497ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
498ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
499ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
501τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
504δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
505χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
506Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
507ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
508Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
509ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
510Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
511χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
512οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
513μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
514ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
515ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
517ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
518χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
519κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
521ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
522ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
523κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
525Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
526χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
527τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
528στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
529ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
531τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
532τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
533Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
534οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
536ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
537ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
538ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
541δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
542χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
543πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
544πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.