The Greek Library Author

Homer

Ἰλιάς

Book 23

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 23

1ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ

2ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,

3οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,

4Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,

5ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·

6Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι

7μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,

8ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες

9Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.

10αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,

11ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.

12ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.

13οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους

14μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.

15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν

16δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.

17τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο

18χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·

19χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·

20πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην

21Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,

22δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν

23Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.

24ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα

25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας

26ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος

27χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,

28κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο

29μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.

30πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ

31σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·

32πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ

33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·

34πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.

35αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα

36εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν

37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.

38οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,

39αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν

40ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν

41Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.

42αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·

43οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,

44οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι

45πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι

46κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε

47ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.

48ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·

49ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον

50ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς

51νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,

52ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ

53θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.

54ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.

55ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι

56δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

57αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

58οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,

59Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης

60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν

61ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·

62εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ

63νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα

64Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·

65ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο

66πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα

67καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·

68στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

69εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.

70οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·

71θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.

72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,

73οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,

74ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.

75καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις

76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.

77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων

78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ

79ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·

80καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

81τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.

82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·

83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,

84ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,

85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος

86ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,

87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος

88νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·

89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς

90ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·

91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι

92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.

93τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

94τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας

95καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι

96πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.

97ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε

98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.

99ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν

100οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς

101ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς

102χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·

103ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι

104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·

105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο

106ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,

107καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.

108ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·

109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς

110ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων

111οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην

112πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει

113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.

114οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες

115σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.

116πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·

117ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,

118αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ

119τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι

120πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ

121ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο

122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.

123πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει

124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.

125κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς

126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.

127αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην

128ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς

129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε

130χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον

131ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,

132ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,

133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν

134μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.

135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον

136κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς

137ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.

138οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς

139κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.

140ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·

141στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,

142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·

143ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·

144Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς

145κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν

146σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,

147πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν

148ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.

149ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.

150νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν

151Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.

152ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο

153θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.

154καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο

155εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·

156Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν

157πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,

158νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι

159ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα

160κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.

161αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

162αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,

163κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,

164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,

165ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.

166πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

167πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων

168δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς

169ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.

170ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας

171πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους

172ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.

173ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,

174καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,

175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς

176χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·

177ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.

178ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·

179χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·

180πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,

181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς

182τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι

183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.

184ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,

185ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη

186ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ

187ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

188τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων

189οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα

190ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο

191σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.

192οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·

193ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·

194στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι

195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·

196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν

197ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,

198ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις

199ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.

200οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον

201εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη

202βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι

203πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·

204ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·

205οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα

206Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας

207ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.

208ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν

209ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,

210ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται

211Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.

212ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο

213ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.

214αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα

215πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,

216ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.

217παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον

218φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς

219χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον

220οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν

221ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.

222ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων

223νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,

224ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,

225ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.

226ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,

227ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,

228τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.

229οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι

230Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.

231Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς

232κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·

233οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·

234τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,

235ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·

236Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,

237πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ

238πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα

239ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν

240εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·

241ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν

242ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.

243καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ

244θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.

245τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,

246ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ

247εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο

248δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.

249ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.

250πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ

251ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·

252κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ

253ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,

254ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·

255τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο

256ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,

257χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς

258αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,

259νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε

260ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,

261ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.

262ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα

263θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν

264καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον

265τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν

266ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·

267αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα

268καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·

269τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,

270πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.

271στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

272Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

273ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.

274εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ

275ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.

276ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·

277ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς

278πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.

279ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·

280τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο

281ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον

282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.

283τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι

284χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.

285ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν

286ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.

287ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.

288ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος

289Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·

290τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,

291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα

292Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.

293τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος

294διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους

295Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·

296τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος

297δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,

298ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε

299Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·

300τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.

301Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,

302Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος

303τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι

304ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς

305μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·

306Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν

307Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν

308παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·

309οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι

310βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.

311τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ

312πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.

313ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ

314παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.

315μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·

316μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ

317νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·

318μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.

319ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς

320ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,

321ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·

322ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,

323αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει

324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,

325ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.

326σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.

327ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης

328ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,

329λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ

330ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς

331ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,

332ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,

333καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.

334τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,

335αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ

336ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον

337κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.

338ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,

339ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι

340κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,

341μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·

342χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ

343ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.

344εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,

345οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,

346οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι

347Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,

348ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.

349ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ

350ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.

351Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.

352ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·

353πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο

354Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·

355τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,

356τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε

357Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.

358στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς

359τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν

360ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,

361ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.

362οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,

363πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν

364ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο

365νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη

366ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,

367χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.

368ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,

369ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες

370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου

371νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος

372ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.

373ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι

374ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου

375φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα

376αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.

377τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι

378Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·

379αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,

380πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω

381θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.

382καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,

383εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,

384ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.

385τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,

386οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,

387οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.

388οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων

389Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,

390δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·

391ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,

392ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι

393ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.

394αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,

395ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,

396θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε

397δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

398Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,

399πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη

400ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.

401τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.

402Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·

403ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.

404ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω

405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη

406νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·

407ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,

408καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ

409Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;

410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·

411οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν

412ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,

413αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.

414ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·

415ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω

416στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.

417ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν

418μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα

419στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.

420ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ

421ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·

422τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.

423Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους

424ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.

425Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·

426Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·

427στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·

428μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.

429ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε

430κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.

431ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,

432ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,

433τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω

434Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν

435μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,

436δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ

437ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.

438τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·

439Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·

440ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.

441ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.

442ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

443μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.

444φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα

445ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.

446ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν

447μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.

448Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο

449ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.

450πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·

451ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·

452τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας

453ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,

454ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ

455λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.

456στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

457ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

458οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;

459ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,

460ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ

461ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·

462ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,

463νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε

464Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·

465ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη

466εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·

467ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,

468αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.

469ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε

470εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ

471Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει

472Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.

473τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·

474Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν

475ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.

476οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,

477οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·

478ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ

479λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.

480ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,

481Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.

482τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

483Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα

484δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.

485δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,

486ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,

487ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.

488ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας

489χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·

490καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,

491εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·

492μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν

493Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.

494καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.

495ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε

496ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης

497ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος

498ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.

499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,

500μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι

501ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.

502αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,

503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε

504ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ

505γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν

506ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.

507στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς

508ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.

509αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,

510κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν

511ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,

512δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα

513καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.

514τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους

515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·

516ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.

517ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα

518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·

519τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι

520οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ

521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·

522τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο

523λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,

524ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ

525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·

526εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,

527τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.

528αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος

529λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·

530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,

531ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.

532υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων

533ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.

534τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,

535στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·

536λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·

537ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς

538δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.

539ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.

540καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,

541εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς

542Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·

543ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς

544τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον

545τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω

546αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν

547εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.

548εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ

549ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς

550καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·

551τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον

552ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.

553τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω

554ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.

555ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς

556χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·

557καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

558Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο

559Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.

560δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων

561χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο

562ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.

563ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ

564οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,

565Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.

566τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων

567Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ

568χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν

569Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·

570Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.

571ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους

572τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.

573ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

574ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,

575μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·

576Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος

577οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν

578ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.

579εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι

580ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.

581Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,

582στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην

583χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,

584ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον

585ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.

586τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·

587ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι

588σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.

589οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·

590κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.

591τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς

592δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο

593μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι

594βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα

595ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.

596ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς

597ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς

598ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση

599ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·

600ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.

601καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

602Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς

603χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων

604ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.

605δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.

606οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.

607ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας

608σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·

609τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον

610δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε

611ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

612ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ

613ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.

614Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα

615τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,

616ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς

617Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·

618τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω

619Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν

620ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον

621αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,

622οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι

623θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.

624ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,

625καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

626ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·

627οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες

628ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.

629εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη

630ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ

631Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·

632ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν

633οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.

634πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,

635Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·

636Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,

637δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.

638οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε

639πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,

640οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.

641οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,

642ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.

643ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων

644ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ

645πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.

646ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.

647τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,

648ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,

649τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.

650σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.

651ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν

652ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.

653αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·

654ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι

655ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·

656τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.

657στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

658Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

659ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,

660πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων

661δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,

662ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·

663αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.

664ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε

665εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,

666ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·

667ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·

668ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν

669πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.

670ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν

671ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.

672ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

673ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.

674κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,

675οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.

676ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

677Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς

678Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,

679ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο

680ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.

681τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο

682θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.

683ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα

684δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.

685τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,

686ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω

687σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.

688δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς

689πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,

690κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν

691ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.

692ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς

693θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,

694ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς

695χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,

696οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν

697αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·

698κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,

699αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.

700Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα

701δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,

702τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,

703τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·

704ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,

705πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.

706στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

707ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.

708ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

709ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.

710ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,

711ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν

712ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων

713δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.

714τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν

715ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,

716πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους

717αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ

718νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·

719οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,

720οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.

721ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,

722δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·

723διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

724ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.

725ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·

726κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,

727κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς

728κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.

729δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

730κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,

731ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω

732πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.

733καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,

734εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·

735μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·

736νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες

737ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.

738ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,

739καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.

740Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα

741ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα

742χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν

743πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,

744Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,

745στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·

746υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε

747Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.

748καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,

749ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·

750δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,

751ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.

752στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

753ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.

754ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,

755ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς

756Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.

757στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.

758τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα

759ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς

760ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο

761στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ

762πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει

763στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν

764ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·

765κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς

766αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ

767νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.

768ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς

769εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·

770κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.

771ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,

772γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.

773ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,

774ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,

775τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,

776οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·

777ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·

778κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

779ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.

780στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο

781ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·

782ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ

783μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.

784ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.

785Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον

786μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

787εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν

788ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.

789Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,

790οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·

791ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ

792ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.

793ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.

794τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·

795Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,

796ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.

797ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.

798αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος

799θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν

800τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.

801στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

802ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,

803τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε

804ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.

805ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,

806ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,

807τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον

808καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·

809τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·

810καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.

811ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

812ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.

813οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

814ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι

815δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.

816ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

817τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.

818ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην

819νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·

820Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο

821αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.

822καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ

823παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.

824αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως

825σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.

826αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον

827ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·

828ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,

829τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.

830στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

831ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.

832εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,

833ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς

834χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου

835ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.

836ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,

837ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,

838ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.

839ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,

840ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.

841δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·

842τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας

843χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.

844ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,

845ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,

846ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,

847τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.

848ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο

849νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.

850αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,

851κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,

852ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο

853τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν

854λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει

855τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,

856πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·

857ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,

858ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.

859ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,

860ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.

861κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,

862Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν

863ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι

864ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.

865ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·

866αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·

867ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.

868ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη

869μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.

870σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς

871τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.

872αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι

873ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.

874ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·

875τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,

876ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ

877πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις

878ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο

879αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.

880ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ

881κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.

882ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,

883Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.

884αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,

885κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα

886θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·

887ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,

888ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.

889τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

890Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων

891ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·

892ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας

893ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,

894εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.

895ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

896δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως

897Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.