The Greek Library Author

Homer

Ἰλιάς

Book 24

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 24

1λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι

2ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο

3ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς

4κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος

5ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα

6Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,

7ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα

8ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·

9τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,

10ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε

11ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς

12δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς

13φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.

14ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,

15Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,

16τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος

17αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν

18ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων

19πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων

20καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε

21χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

22ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·

23τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,

24κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.

25ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ

26οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,

27ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ

28καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,

29ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,

30τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.

31ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,

32καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·

33σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν

34Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;

35τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι

36ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ

37καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα

38ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.

39ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,

40ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα

41γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,

42ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ

43εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·

44ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς

45γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.

46μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι

47ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·

48ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·

49τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.

50αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

51ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο

52ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.

53μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·

54κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

55τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·

56εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε

57εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.

58Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·

59αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ

60θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν

61Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.

62πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι

63δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.

64τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

65Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·

66οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ

67φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·

68ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.

69οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης

70λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.

71ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,

72λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ

73μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.

74ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,

75ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς

76δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.

77ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

78μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης

79ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.

80ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,

81ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα

82ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.

83εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι

84εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς

85κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε

86φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.

87ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

88ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

89τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

90τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ

91μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.

92εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.

93ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων

94κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.

95βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις

96ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.

97ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,

98εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες

99εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.

100ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.

101Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε

102καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.

103τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·

104ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,

105πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·

106ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.

107ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν

108Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·

109κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·

110αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω

111αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.

112αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·

113σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων

114ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

115Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,

116αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.

117αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω

118λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

119δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.

120ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,

121βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,

122ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε

123εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

124ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·

125τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.

126ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,

127χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

128τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων

129σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου

130οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι

131μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη

132ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.

133ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·

134σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων

135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

136Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.

137ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.

138τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

139τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,

140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.

141ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς

142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.

143Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·

144βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο

145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω

146λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

147δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι

150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις

151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·

153τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,

154ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

156οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·

157οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,

158ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

159ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.

160ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.

161παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς

162δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς

163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ

164κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος

165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.

166θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο

167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ

168χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.

169στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα

170τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·

171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·

172οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω

173ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,

174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.

175λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,

176δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι

179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις

180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·

182τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,

183ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

185οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·

186οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,

187ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

188ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,

189αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην

190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.

191αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα

192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·

193ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·

194δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε

195λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,

196δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.

197ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;

198αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε

199κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.

200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·

201ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ

202ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;

203πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

204ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

205υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.

206εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν

207ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,

208οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν

209ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ

210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,

211ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων

212ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

213ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο

214παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,

215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων

216ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.

217τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·

218μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ

219ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.

220εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,

221ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,

222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

223νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,

224εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα

225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων

226βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς

227ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.

228ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·

229ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,

230δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,

231τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.

232χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,

233ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,

234ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες

235ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ

236φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ

237λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας

238αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·

239ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν

240οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;

241ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε

242παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·

243ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε

244κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε

245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε

246ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.

247ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω

248σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα

249νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον

250Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην

251Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·

252ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·

253σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες

254Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.

255ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

256Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,

257Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην

258Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει

259ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.

260τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται

261ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι

262ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.

263οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,

264ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;

265ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν

266ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην

267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,

268κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον

269πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·

270ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.

271καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ

272πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,

273τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα

274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.

275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης

276νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,

277ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,

278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.

279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς

280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.

281τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι

282κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·

283ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ

284οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι

285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·

286στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

287τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι

288ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς

289ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.

290ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι

291Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,

292αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ

293φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

294δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.

296εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,

297οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην

298νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.

299τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·

300ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.

301ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.

302ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς

303χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη

304χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.

305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·

306εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

307οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·

308Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

309δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,

310πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ

311φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

312δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

313τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.

314ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς

315αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν

316μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.

317ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται

318ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,

319τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι

320δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες

321γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

322σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,

323ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.

324πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,

325τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν

326ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε

327καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο

328πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.

329οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,

330οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο

331παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν

332ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,

333αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·

334Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν

335ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,

336βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν

337ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ

338τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.

339ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

340αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

341ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν

342ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·

343εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει

344ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

345τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.

346αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,

347βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς

348πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.

349οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,

350στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν

351ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.

352τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ

353Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·

354φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.

355ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.

356ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα

357γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.

358ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,

359ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,

360στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν

361χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·

362πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις

363νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;

364οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,

365οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;

366τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν

367τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;

368οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,

369ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

370ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον

371σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.

372τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

373οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.

374ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,

375ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι

376αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,

377πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.

378τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

379ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.

380ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

381ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ

382ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,

383ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν

384δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε

385σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.

386τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

387τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;

388ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.

389τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

390πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.

391τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ

392ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας

393Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·

394ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς

395εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.

396τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·

397Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.

398ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,

399ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·

400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.

401νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ

402θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.

403ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται

404ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.

405τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

406εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος

407εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,

408ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη

409ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.

410τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

411ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,

412ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ

413αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς

414κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ

415ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.

416ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο

417ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,

418οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν

419οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,

420οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν

421ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.

422ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος

423καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.

424ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·

425ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι

426ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,

427λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·

428τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

429ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,

430αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,

431ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.

432τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

433πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,

434ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.

435τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι

436συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.

437σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,

438ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·

439οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.

440ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους

441καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,

442ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.

443ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,

444οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,

445τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης

446πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,

447ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.

448ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο

449ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι

450δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν

451λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·

452ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι

453σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς

454εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,

455τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων

456τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·

457δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,

458ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,

459ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·

460ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα

461Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.

462ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος

463ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη

464ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·

465τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,

466καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο

467λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.

468ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

469Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,

470Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων

471ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,

472τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν

473εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω

474ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος

475ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς

476ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.

477τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς

478χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας

479δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.

480ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ

481φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον

482ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,

483ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·

484θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.

485τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·

486μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

487τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·

488καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες

489τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.

490ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων

491χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα

492ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·

493αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

494Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.

495πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·

496ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,

497τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.

498τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·

499ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,

500τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης

501Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν

502λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.

503ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον

504μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,

505ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,

506ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.

507ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·

508ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.

509τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο

510κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,

511αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε

512Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.

513αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,

514καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,

515αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη

516οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,

517καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

518ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.

519πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

520ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

521υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.

522ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης

523ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·

524οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·

525ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι

526ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.

527δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

528δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·

529ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,

530ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·

531ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,

532καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,

533φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.

534ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

535ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο

536ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,

537καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.

538ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι

539παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,

540ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε

541γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης

542ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.

543καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·

544ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει

545καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,

546τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.

547αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες

548αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.

549ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·

550οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,

551οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

552τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

553μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ

554κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα

555λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα

556πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις

557σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας

558αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

559τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

560μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς

561Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε

562μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.

563καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,

564ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

565οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,

566ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα

567ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.

568τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,

569μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω

570καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.

571ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.

572Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε

573οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο

574ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα

575τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,

576οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,

577ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,

578κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης

579ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.

580κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,

581ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.

582δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι

583νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,

584μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο

585παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,

586καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.

587τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

588ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,

589αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,

590σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.

591ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·

592μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι

593εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα

594πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.

595σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.

596ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,

597ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη

598τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·

599υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,

600κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν

601ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.

602καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,

603τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο

604ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.

605τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο

606χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,

607οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·

608φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·

609τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.

610οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν

611κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·

612τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.

613ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.

614νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν

615ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς

616νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,

617ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.

618ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ

619σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα

620Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.

621ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς

622σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,

623μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,

624ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

625Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

626καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

627οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

628αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

629ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα

630ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·

631αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς

632εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.

633αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,

634τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·

635λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη

636ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·

637οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν

638ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,

639ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω

640αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

641νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον

642λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.

643ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε

644δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

645πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,

646χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

647αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,

648αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.

649τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

650ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν

651ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ

652βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·

653τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,

654αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,

655καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.

656ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

657ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,

658ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.

659τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

660εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,

661ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.

662οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη

663ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.

664ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,

665τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,

666ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,

667τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.

668τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

669ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·

670σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.

671ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος

672ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.

673οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο

674κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,

675αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·

676τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.

677ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

678εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·

679ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν

680ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα

681νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.

682στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

683ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις

684ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.

685καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·

686σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα

687παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων

688γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.

689ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.

690τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,

691ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.

692ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

693Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

694Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

695Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,

696οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε

697ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος

698ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,

699ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ

700Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν

701ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·

702τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·

703κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·

704ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,

705εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι

706χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.

707ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ

708οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·

709ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.

710πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ

711τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι

712ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.

713καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

714Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,

715εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·

716εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα

717ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.

718ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.

719οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα

720τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς

721θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν

722οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

723τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο

724Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·

725ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην

726λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως

727ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω

728ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης

729πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν

730ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,

731αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,

732καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ

733ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο

734ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν

735ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον

736χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ

737ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν

738Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.

739οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·

740τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,

741ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας

742Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.

743οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,

744οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ

745μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.

746ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

747τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·

748Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,

749ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·

750οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

751ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς

752πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,

753ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·

754σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,

755πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο

756Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.

757νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι

758κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων

759οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.

760ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.

761τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·

762Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,

763ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,

764ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.

765ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν

766ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·

767ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·

768ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι

769δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,

770ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,

771ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες

772σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.

773τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·

774οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ

775ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.

776ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.

777λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·

778ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ

779δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς

780πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν

781μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.

782ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε

783ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.

784ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·

785ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,

786καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,

787ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.

788ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

789τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.

790αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο

791πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ

792πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα

793ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε

794μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.

795καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες

796πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.

797αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε

798πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·

799ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,

800μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.

801χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα

802εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα

803δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.

804ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.