The Greek Library Author

Homer

Ἰλιάς

Book 16

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 16

1ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·

2Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν

3δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,

4ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.

5τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,

6καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

7τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη

8νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει

9εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,

10δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·

11τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.

12ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,

13ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;

14ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,

15ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;

16τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.

17ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται

18νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;

19ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

20τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·

21ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν

22μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.

23οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,

24ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.

25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,

26οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,

27βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.

28τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται

29ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.

30μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις

31αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ

32αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;

33νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,

34οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα

35πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.

36εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις

37καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,

38ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον

39Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.

40δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,

41αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο

42Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν

43τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.

44ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ

45ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

46ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν

47οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.

48τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

49ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·

50οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,

51οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·

52ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,

53ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι

54καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·

55αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.

56κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,

57δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,

58τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων

59Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.

60ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν

61ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε

62οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ

63νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.

64τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,

65ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,

66εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε

67νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης

68κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες

69Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε

70θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον

71ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους

72πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων

73ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.

74οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι

75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·

76οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος

77ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο

78Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ

79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.

80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων

81ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο

82νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.

83πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,

84ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι

85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην

86ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.

87ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι

88δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,

89μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν

90Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·

91μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι

92Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,

93μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων

94ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·

95ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι

96θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.

97αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

98μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,

99μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,

100ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.

101ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

102Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·

103δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ

104βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ

105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ

106κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν

107ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο

108ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.

109αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς

110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν

111ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.

112ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,

113ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.

114Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς

115πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,

116ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας

117πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ

118αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.

119γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε

120ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε

121Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·

122χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ

123νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.

124ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς

125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·

126ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·

127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·

128μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·

129δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.

130ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.

131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

132καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

133δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε

134ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.

135ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

136χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

137κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

138ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.

139εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.

140ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο

141βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν

142πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς

143Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων

144Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.

145ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,

146τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,

147πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.

148τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους

149Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,

150τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη

151βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.

152ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,

153τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,

154ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.

155Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς

156πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς

157ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,

158οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες

159δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·

160καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου

161λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ

162ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς

163στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·

164τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες

165ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο

166ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,

167ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

168πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς

169ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ

170πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·

171πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει

172σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.

173τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ

174υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·

175ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη

176Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,

177αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,

178ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.

179τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε

180παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη

181Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης

182ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν

183ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.

184αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ

185Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν

186Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.

187αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια

188ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,

189τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο

190ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,

191τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν

192ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.

193τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε

194Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν

195ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.

196τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,

197πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.

198αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς

199στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·

200Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,

201ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι

202πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·

203σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,

204νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·

205οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν

206αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.

207ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται

208φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.

209ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.

210ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

211μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.

212ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι

213δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,

214ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.

215ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·

216ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

217νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.

218πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο

219Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες

220πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς

221βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε

222καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα

223θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων

224χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.

225ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος

226οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,

227οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.

228τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ

229πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,

230νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.

231εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

232οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·

233Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων

234Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ

235σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,

236ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,

237τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,

238ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·

239αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,

240ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι

241μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,

242θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ

243εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν

244ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι

245μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.

246αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,

247ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο

248τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.

249ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.

250τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·

251νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε

252δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.

253ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ

254ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,

255στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ

256εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.

257οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες

258ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.

259αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο

260εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες

261αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας

262νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.

263τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης

264κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες

265πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.

266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες

267ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.

268Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·

269Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος

270ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

271ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος

272Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,

273γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

274ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

275ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,

276ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες

277σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.

278Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν

279αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,

280πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες

281ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα

282μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·

283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

284Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ

285ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,

286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,

287καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς

288ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·

289τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι

290κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν

291Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν

292ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.

293ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.

294ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν

295Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο

296νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.

297ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο

298κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,

299ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

300καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,

301ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ

302τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·

303οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

304προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,

305ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.

306ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης

307ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς

308αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν

309ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

310ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ

311κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα

312στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.

313Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας

314ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος

315μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ

316νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.

317Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ

318Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·

319ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ

320Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς

321στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης

322ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,

323ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ

324δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·

325δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.

326ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε

327βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι

328υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν

329θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.

330Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας

331ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι

332λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.

333πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε

334ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

335Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ

336ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·

337τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν

338ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν

339φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε

340Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον

341δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.

342Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι

343νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·

344ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.

345Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ

346νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε

347νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·

348ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω

349αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας

350πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.

351οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.

352ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι

353σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι

354ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες

355αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·

356ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο

357δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.

358Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ

359ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο

360ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους

361σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.

362ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·

363ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.

364ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω

365αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,

366ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,

367οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι

368ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν

369Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.

370πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι

371ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,

372Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων

373Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε

374πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη

375σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι

376ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

377Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,

378τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον

379πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.

380ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι

381ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,

382πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·

383ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.

384ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν

385ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ

386Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,

387οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,

388ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·

389τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,

390πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,

391ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι

392ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·

393ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.

394Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,

395ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος

396εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ

397νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο

398κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.

399ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ

400στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·

401δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν

402δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ

403ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν

404ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς

405γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,

406ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς

407πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν

408ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·

409ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,

410κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.

411αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ

412μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη

413ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ

414κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.

415αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην

416Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε

417Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον

418πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

419Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους

420χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,

421κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·

422αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.

423ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω

424ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε

425Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.

426ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

427Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.

428οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι

429πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,

430ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.

431τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,

432Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·

433ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν

434μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.

435διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,

436ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης

437θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,

438ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.

439τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·

440αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

441ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ

442ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;

443ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

444ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

445αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,

446φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος

447πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·

448πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται

449υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.

450ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,

451ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ

452χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·

453αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,

454πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον

455εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,

456ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε

457τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

458ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

459αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε

460παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε

461φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.

462οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

463ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,

464ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,

465τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.

466Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ

467δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον

468ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,

469κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.

470τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι

471σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.

472τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·

473σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ

474ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·

475τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·

476τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.

477ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,

478Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ

479ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ

480Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,

481ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.

482ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς

483ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες

484ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·

485ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς

486βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.

487ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν

488αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,

489ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,

490ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων

491κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·

492Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ

493αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·

494νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.

495πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας

496πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·

497αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.

498σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος

499ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ

500τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

501ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.

502ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν

503ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων

504ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·

505τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.

506Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας

507ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.

508Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·

509ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.

510χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν

511ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ

512τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.

513εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·

514κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ

515εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν

516ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.

517ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ

518ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα

519τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·

520ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι

521ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε

522Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.

523ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,

524κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι

525κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,

526αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.

527ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.

528αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο

529αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.

530Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε

531ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.

532πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας

533πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·

534αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων

535Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,

536βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,

537ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

538Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,

539οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης

540θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.

541κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,

542ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·

543τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.

544ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,

545μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν

546Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,

547τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.

548ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος

549ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος

550ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ

551λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·

552βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν

553Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς

554ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·

555Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·

556Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,

557οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.

558κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν

559Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,

560τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων

561αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.

562ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.

563οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας

564Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,

565σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι

566δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.

567Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,

568ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.

569ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·

570βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν

571υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,

572ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε

573τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας

574ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·

575οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι

576Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.

577τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ

578χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη

579ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ

580κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.

581Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,

582ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς

583ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·

584ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε

585ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.

586καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν

587αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.

588χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.

589ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,

590ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ

591ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,

592τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.

593Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων

594ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον

595Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων

596ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.

597τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ

598στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·

599δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,

600ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,

601στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ

602ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.

603ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν

604Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς

605Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.

606τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς

607ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.

608Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·

609ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.

610ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·

611πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν

612οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη

613ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.

614αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης

615ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.

616Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·

617Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα

618ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.

619τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·

620Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα

621πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα

622ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.

623εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,

624αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς

625εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.

626ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·

627Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;

628ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι

629νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.

630ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·

631τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.

632ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.

633τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει

634οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,

635ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης

636χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,

637νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.

638οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον

639ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν

640ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.

641οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι

642σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας

643ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·

644ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς

645τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,

646ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,

647πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,

648ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ

649αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ

650χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,

651ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.

652ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

653ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος

654ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν

655ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.

656Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·

657ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους

658Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.

659ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν

660πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ

661κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ

662κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.

663οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο

664χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας

665δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.

666καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

667εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον

668ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα

669πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι

670χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·

671πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι

672ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα

673θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,

674ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε

675τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

676ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.

677βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,

678αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας

679πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι

680χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·

681πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,

682ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα

683κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.

684Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας

685Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη

686νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν

687ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.

688ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·

689ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην

690ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·

691ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.

692ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας

693Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;

694Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον

695καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,

696αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·

697τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.

698ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν

699Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,

700εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου

701ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.

702τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο

703Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων

704χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.

705ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

706δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·

707χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα

708σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,

709οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.

710ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω

711μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.

712Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·

713δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,

714ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.

715ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων

716ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε

717Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο

718αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,

719ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·

720τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

721Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.

722αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·

723τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.

724ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,

725αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.

726ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

727Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ

728ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων

729δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν

730ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

731Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·

732αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.

733Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε

734σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον

735μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,

736ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,

737οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα

738Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο

739ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.

740ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν

741ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν

742αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς

743κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.

744τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·

745ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.

746εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,

747πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν

748νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,

749ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.

750ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.

751ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει

752οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων

753ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·

754ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.

755Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.

756τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,

757ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο

758ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·

759ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς

760Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ

761ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

762Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·

763Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι

764Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

765ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν

766οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην

767φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,

768αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους

769ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,

770ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες

771δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.

772πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει

773ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,

774πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν

775μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης

776κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

777ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

778τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·

779ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,

780καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.

781ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν

782Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,

783Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.

784τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ

785σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.

786ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

787ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·

788ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ

789δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,

790ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·

791στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω

792χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.

793τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·

794ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων

795αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι

796αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν

797ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,

798ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον

799ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν

800ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.

801πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος

802βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων

803ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.

804λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.

805τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,

806στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ

807ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ

808Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο

809ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·

810καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων

811πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·

812ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ

813οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,

814ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε

815Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.

816Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς

817ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.

818Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον

819ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,

820ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ

821νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

822δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·

823ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,

824ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον

825πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·

826πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·

827ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν

828Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,

829καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·

830Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,

831Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας

832ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν

833νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι

834ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς

835Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω

836ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.

837ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,

838ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·

839μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε

840νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο

841αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.

842ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.

843τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·

844ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε

845νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν

846ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.

847τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,

848πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

849ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,

850ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.

851ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

852οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη

853ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ

854χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.

855ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·

856ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει

857ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.

858τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·

859Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;

860τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο

861φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;

862ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς

863εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.

864αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει

865ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·

866ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι

867ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.