The Greek Library Author

Homer

Ἰλιάς

Book 14

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 14

1Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,

2ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·

3φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·

4μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.

5ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον

6εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη

7θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·

8αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

9ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο

10κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο

11χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.

12εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

13στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς

14τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε

15Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.

16ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ

17ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

18αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,

19πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,

20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν

21διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,

22ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.

23ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

24βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον

25μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς

26νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

27Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες

28πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ

29Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.

30πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες

31θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ

32εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.

33οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας

34αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·

35τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης

36ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.

37τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο

38ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι

39θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς

40Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

41τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·

42ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

43τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;

44δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,

45ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων

46μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι

47πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.

48κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

49ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

50ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς

51οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.

52τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

53ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως

54Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.

55τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν

56ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

57οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι

58νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων

59ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,

60ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.

61ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα

62εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω

63δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.

64τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

65Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,

66τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,

67ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ

68ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

69οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι

70νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.

71ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,

72οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

73κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.

74ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

75νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης

76ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,

77ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ

78νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο

79Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.

80οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.

81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.

82τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

83Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·

84οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου

85σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς

86ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν

87ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.

88οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν

89καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;

90σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ

91μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο

92ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν

93σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ

94τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·

95νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·

96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς

97νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον

98Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

99ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ

100σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,

101ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.

102ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.

103τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

104ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ

105ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα

106νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.

107νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι

108ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.

109τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

110ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε

111πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος

112οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·

113πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

114Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.

115πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,

116οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

117Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς

118πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.

119ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη

120πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.

121Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα

122ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι

123πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,

124πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς

125ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.

126τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες

127μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.

128δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.

129ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

130ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·

131ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ

132θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.

133ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

134βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

135οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,

136ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,

137δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,

138καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

139Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ

140γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν

141δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.

142ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·

143σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,

144ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες

145εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς

146φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

147ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.

148ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι

149ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,

150τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων

151ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ

152καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

153Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι

154στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω

155τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν

156αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·

157Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης

158ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.

159μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη

160ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·

161ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

162ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,

163εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι

164ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε

165χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.

166βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν

167Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε

168κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·

169ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.

170ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος

171λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ

172ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·

173τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ

174ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.

175τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας

176πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς

177καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.

178ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη

179ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·

180χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.

181ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,

182ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

183τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.

184κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων

185καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·

186ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.

187αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον

188βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην

189τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·

190ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,

191ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,

192οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;

193τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

194Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

195αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

196εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

197τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

198δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας

199δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.

200εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,

201Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

202οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον

203δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς

204γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·

205τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·

206ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

207εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

208εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ

209εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,

210αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.

211τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·

212οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·

213Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.

214ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα

215ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·

216ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς

217πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.

218τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

219τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ

220ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι

221ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.

222ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,

223μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.

224ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,

225Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,

226Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν

227σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα

228ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·

229ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,

230Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.

231ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,

232ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

233Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,

234ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν

235πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.

236κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ

237αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.

238δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ

239χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις

240τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,

241τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.

242τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·

243Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

244ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων

245ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα

246Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·

247Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην

248οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.

249ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ

250ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς

251ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.

252ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο

253νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ

254ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,

255καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας

256νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε

257ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων

258ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,

259εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·

260τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.

261ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.

262νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.

263τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·

264Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;

265ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν

266ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;

267ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων

268δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.

270ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·

271ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,

272χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,

273τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες

274μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,

275ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων

276Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.

277ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

278ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας

279τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.

280αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

281τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε

282ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.

283Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν

284Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου

285βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.

286ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι

287εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ

288μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·

289ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν

290ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι

291χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.

292Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον

293Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.

294ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,

295οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι

296εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.

297στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

298Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;

299ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.

300τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

301ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,

302Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

303οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·

304τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·

305ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

306εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

307ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης

308ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.

309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,

310μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ

311οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.

312τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

313Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,

314νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.

315οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

316θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,

317οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,

318ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·

319οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,

320ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·

321οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,

322ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·

323οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,

324ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·

325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·

326οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,

327οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,

328ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

329τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

330αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

331εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι

332Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·

333πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων

334εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν

335πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην

336ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.

337ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,

338ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν

339Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·

340ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.

341τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

342Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν

343ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω

344χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,

345οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.

346ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·

347τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,

348λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον

349πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.

350τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο

351καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.

352ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,

353ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·

354βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος

355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·

356ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

357πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,

358καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει

359Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·

360Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.

361ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,

362τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.

363αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·

364Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην

365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;

366ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς

367νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·

368κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι

369ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.

370ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

371ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται

372ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι

373κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες

374ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ

375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.

376ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,

377χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.

378ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

379τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ

380Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·

381οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·

382ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.

383αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν

384βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων

385δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ

386εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι

387ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.

388Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.

389δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν

390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,

391ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.

392ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε

393Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

394οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον

395ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·

396οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο

397οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·

398οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι

399ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,

400ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ

401δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.

402Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

403ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,

404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,

405ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·

406τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,

407ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

408ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.

409τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας

410χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν

411πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας

412στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,

413στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.

414ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς

415πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ

416ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται

417ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,

418ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·

419χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη

420καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

421οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν

422ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

423αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν

424οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι

425Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ

426Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.

427τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν

428ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι

429χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους

430ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

431ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·

432οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

433ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

434Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

435ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ

436χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,

437ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·

438αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε

439νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.

440Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα

441μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

442ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας

443Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

444Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων

445Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.

446τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

447οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

448Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

449τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ

450Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον

451υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος

452ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

453Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·

454οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο

455χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,

456ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω

457αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

458ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·

459Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε

460τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.

461καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.

462Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν

463λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς

464Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.

465τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,

466νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·

467τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε

468οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.

469Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·

470φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες

471ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι

472ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,

473ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο

474ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

475ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.

476ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ

477ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.

478τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·

479Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι

480οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς

481ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.

482φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει

483ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

484δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ

485γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.

486ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·

487Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·

488ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν

489Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα

490υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα

491Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·

492τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.

493τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,

494ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ

495καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας

496ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ

497αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε

498αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος

499ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν

500πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·

501εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος

502πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·

503οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο

504ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ

505ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.

506ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,

507πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

508ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι

509ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν

510ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.

511Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα

512Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·

513Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·

514Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,

515Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·

516Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν

517οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε

518δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν

519ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.

520πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·

521οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν

522ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.