Ἰλιάς
Book 15
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 15
1αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
2φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
3οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες
4χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
5Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
6στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
7τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
8Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
9Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι
10εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων
11αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.
12τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
13δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
14ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
15Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
16οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
17πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
18ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
19ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
20χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
21ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
22λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
23ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
24γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
25ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
26τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
27πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
28καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
29τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
30Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
31τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
32ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
33ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.
34ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
35καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
36ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
37καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
38ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
39σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
40κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
41μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
42πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
43ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
44τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
45αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
46τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
47ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
48καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
49εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
50ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
51τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
52αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
53ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
54ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
55Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
56ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
57ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
58παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
59Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
60αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων
61αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
62αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
63φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
64Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
65Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
66Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
67τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
68τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
69ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
70αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
71Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
72τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
73ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
74πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
75ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
76ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
77λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
78ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
79βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν
81γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
82ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
83ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
84ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
85ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
86πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
87ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
88δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
89καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
90Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
91ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
92τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
93μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
94οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
95ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
96ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
97οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
98πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
99οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
100ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
101ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε
102χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν
103ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
104νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
105ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
106ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει
107οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
108κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
109τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
110ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·
111υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
112Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
113ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
114χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
115μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες
116τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
117εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
118κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.
119ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
120ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
121ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
122πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
123εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
124ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
125τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
126ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
127χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
128μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
129οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
130οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
131ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
132ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
133ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
134αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
135αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
136λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
137μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
138τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
139ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
140ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
141πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
142ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
143Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
144Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
145καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
146Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
147αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
148ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
149ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
150ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
151Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
152εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
153ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
154τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
155στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
156ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
157Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
158βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
159πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
160παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
161ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
162εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
163φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
164μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
165μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
166καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
167ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
168ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
169βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
170ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
171ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
172ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
173ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
174ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
175ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
176παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
177ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
178εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
179ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
180ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε
181χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
182καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
183ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
184τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
185ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
186εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
187τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
188Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
189τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
190ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
191παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
192Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
193γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
194τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
195καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
196χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
197θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
198ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
199οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
200τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
201οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
202τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
203ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
204οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
205τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
206Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
207ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
208ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
209ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
210νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
211ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
212ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
213αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
214Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
215Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
216ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
217ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
218ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
219δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
220καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
221ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
222ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
223οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
224ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
225οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
226ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
227ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
228χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
229ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
230τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
231σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
232τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
233φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
234κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
235ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
236ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
237βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
238ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
239εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
240ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
241ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
242παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
243ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
244Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
245ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
246τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
247τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
248οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
249οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
250χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
251καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
252ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
253τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
254θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
255ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
256Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
257ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
258ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
259νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
260αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
261πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
262ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
263ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
264δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
265εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
266κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
267ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
268ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
269ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
270ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
271οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
272ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
273τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
274εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
275τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
276εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
277ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
278νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
279αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
281τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
282Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
283ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
284νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
285ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
286ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
287οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
288Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
289χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
290ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
291Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
292ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
293Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
294ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
295πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
296αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
297στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
298δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
299θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
300ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
301οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
302Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
303ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
304Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
305ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
306Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
307μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
308εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
309δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
311τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
312Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
313ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
314θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
316πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
317ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
318ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
319τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
320αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
321σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
322ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
323οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
324θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
325ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
326ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
327ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
328ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
329Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
331τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
332Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
333ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
334ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
335ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
336γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
337Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
338υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
339Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
340πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
341Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
342φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
343ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
344τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
346Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
347νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
348ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
349αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
350γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
351ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
352ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
353κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
354πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
356ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
357ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
358μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
359γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
361αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
362ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
363ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
364ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
366σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
367ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
368ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
369χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
370Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
371εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
372Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
373ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
374εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
375τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
376μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
377ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
378ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
379Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
381οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
382νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
383ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
384ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
386ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
387οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
388μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
389ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
390Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
391τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
392τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
393ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
394φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
395αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
396Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
397ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
398χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
399Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
400ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
401ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
402σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
403τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
404παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
405τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
406Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
407παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
408οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
409ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
410ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
411τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
412εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
413ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
414ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
415Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
416τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
417οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
418οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
419ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
420πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
422Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
423ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
424Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
425Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
426μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
427ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
428τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
429ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
430τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
431Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
432ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
433τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
434ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
435νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
436Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
437Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
439ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
440τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
441ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
442ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
443τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
444ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
445καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
446Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
447ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
448τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
451αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
452ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
453κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
454Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
456πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
457ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
458Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
459αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
461ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
462Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
463ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
464ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
466Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
467ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
468δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
469νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
470πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
471τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
472ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
473κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
474αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
475μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
476μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
477νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
478ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
479αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
480κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
481ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
482εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
483βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
484Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
485Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
486Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
487ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
488νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
489ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
490ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
491ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
492ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
493ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
494ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
495βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
496τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
497τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
498καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
499οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
500ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
501Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
502αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
503ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
504ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
505ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
506ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
507Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
508οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
509ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
510ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
511βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
512ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
513ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
514ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
516ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
517ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
518Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
519Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
521Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
522εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
523αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
524δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
525τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
526Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
527Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
528ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
529ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
531ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
532ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
533ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
534ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
535τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
536κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
537ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
538κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
539εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
540τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
541στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
542αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
543πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
544τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
545συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
546πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
547ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
548βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
549αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
551ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
552τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
553οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
554ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
555οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
556ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
557μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης
558Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
559ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
560Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
561ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
562ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
563αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
564φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
565ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
566ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
567ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
568Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
569Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
570οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
571εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
572ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
573ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
574ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
575ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
576ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
577νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
578δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
579Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
580βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
581θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
582ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
583τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
584ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
586ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
587ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
588φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
589ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
591στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
592Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
593νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
594ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
595Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
596Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
597Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
598ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
599πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
600νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
601ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
602θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
603τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
604Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
605μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
606οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
607ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
608λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
609σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
611Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
612τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
613ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
614Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
615καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
616ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
617ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
618ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
619ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
620ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
621κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
622ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
623αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
624ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
625λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
626ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
627ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
628δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
629ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
630αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
631αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
632μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
633θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
634ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
636βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
637θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
638πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
639Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
640ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
641τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
642παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
643καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
644ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
645στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
646τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
647τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
648σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
649Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
650στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
651κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
652χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
653εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
654νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
655Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
656τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
657ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
658καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
659Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
660λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
661ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
662ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
663παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
664ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
665τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
666ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
667ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
668τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
669θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
670ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
671Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
672ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
673ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
674οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
675ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
676ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
677νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
678κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
679ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
680ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
681σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
682λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
683ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
684θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
685ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
687αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
688νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
689μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
690ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
691ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
692χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
693ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
694ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
695χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
696αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
697φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
698ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
699τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
700οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,
701Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
702νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
703οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
705καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
706ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
707τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
708δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
709τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
710ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
711ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
712καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
714ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
715ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
716Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
717ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
718οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
719νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
722οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
723αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
724ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
725ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
726ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
727Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
728ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
729θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
730ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ
731Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
732αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
733ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
734ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
735ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
736ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
737οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
738ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
739ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
740πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·
741τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
742ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
743ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
744σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
745τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
746δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.