Ἰλιάς
Book 7
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 7
1ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
2τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
3ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
4ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
5οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
6πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
7ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
8ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
9Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
10γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
11Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
12αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
13Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
14Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
15Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
16ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
17τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
18Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
19βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
20Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
21Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
22ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
23τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
24τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
25ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
26ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
27δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
28ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
29νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
30σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
31Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
32ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
33τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
34ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
35ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
36ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
37τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
38Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
39ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
40ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
41οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
42οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
43ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
44τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
45βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
46στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
47Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
48ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
49ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
50αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
51ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
52οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
53ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
54ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
55καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
56μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
57κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
58κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
59ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
60φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
61ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
62ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
63οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
64ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
65τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
66ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
67κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
68ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
69ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
70ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
71εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
72ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
73ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
74τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
75δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
76ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
77εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
78τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
79σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
80Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
81εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
82τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
83καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
84τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
85ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
86σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
87καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
88νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
89ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
90ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
91ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
92ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
93αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
94ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
95νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
96ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
97ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
98εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
99ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
100ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
101τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
102νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
103ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
104ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
105Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
106εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
107αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
109ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
110ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
111μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
112Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
113καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
114ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
115ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
116τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
117εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
118φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
119δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
120ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
121αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
122γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
123Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
124ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
125ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
126ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
127ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
128πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
129τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
130πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
131θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
132αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
133ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
134ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
135Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
136τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
137τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
138δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
139ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
140οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
141ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
142τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
143στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
144χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
146τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
147καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
148αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
149δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
150τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
151οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
152ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
153θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
154καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
155τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
156πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
157εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
158τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
159ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
160οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
161ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
162ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
163τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
164τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
165τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
166Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
167τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
168ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
169πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
170τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
171κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
172οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
173καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
174δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
175ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
176ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
177λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
178ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
179Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
180ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
181ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
182ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
183Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
184δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
185οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
186ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
187ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
188ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
189γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
190τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
191ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
192θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
193ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
194τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
195σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
196ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
197οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
198οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
199ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
200ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
201ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
202Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
203δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
204εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
205ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
206ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
207αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
208σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
209ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
210θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
211τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
212μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
213ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
214τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
215Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
216Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
217ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
218ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
219Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
220χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
221σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
222ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
223ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
224τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
225στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
226Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
227οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
228καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
229ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
230κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
231ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
232καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
233τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
234Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
235μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
236ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
237αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
238οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
239ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
240οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
241οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
242ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
243λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
244ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
245καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
246ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
247ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
248ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
249Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
250καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
251διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
252καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
253ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
254ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
255τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
256σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
257ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
258Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
259οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
260Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
261ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
262τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
263ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
264ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
265κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
266τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
267μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
268δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
269ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
270εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
271βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
272ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
273καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
274εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
275ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
276Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
277μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
278κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
279μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
280ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
281ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
282νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
283τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
284Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
285αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
286ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
287τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
288Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
289καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
290νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
291σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
292ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
293νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
294ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
295σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
296αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
297Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
298αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
299δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
300ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
301ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
302ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
303ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
304σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
305Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
306τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
307ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
308ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
309Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
310καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
311Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
312εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
313οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
314τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
315ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
316τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
317μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
318ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
319αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
320δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
321νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
322ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
323αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
324τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
325Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
326ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
327Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
328πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
329τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
330ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
331τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
332αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
333βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
334τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
335οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
336τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
337ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
338πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
339ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
340ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
341ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
342ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
343μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
344ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
345Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
346δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
347τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
348κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
349ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
350δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
351δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
352ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
353ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
354ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
355δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
356ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
357Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
358οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
359εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
360ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
361αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
362ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
363κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
364πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
365ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
366Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
367ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
368κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
369ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
370νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
371καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
372ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
373εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
374μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
375καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
376παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
377κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
378ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
379ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
380δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
381ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
382τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
383νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
384στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
385Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
386ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
387εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
388μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
389κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
390ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
391πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
392κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
393οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
394καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
395παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
396κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
397ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
398ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
399ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
400μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
401μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
402ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
403ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
404μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
405καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
406Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
407ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
408ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
409οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
410γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
411ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
412ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
413ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
414οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
415πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
416Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
417στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
418ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
419Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
420ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
421Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
422ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
423οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
424ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
425ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
426δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
427οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
428νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
429ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
430ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
431νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
432ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
433ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
434τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
435τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
436ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
437πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
438ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
439ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
440ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
441εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
442ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
443οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
444θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
445τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
446Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
447ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
448οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
449τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
450ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
451τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
452τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
453ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
454τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
455ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
456ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
457ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
458σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
459ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
460οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
461τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
462αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
463ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
464ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
465δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
466βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
467νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
468πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
469τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
470χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
471δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
472ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
473ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
474ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
475ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
476παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
477δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
478παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
479σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
480οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
481πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
482κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.