Ἰλιάς
Book 5
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 5
1ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
2δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
3Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
4δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
6λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
7τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
8ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
9ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
10ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
11Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
12τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
13τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
14οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
15Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
16Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
17ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
18Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
19ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
20Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
21οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
22οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
24ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
25ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
26δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
27Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
28τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
29πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
30χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
31Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
32οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
33μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
34νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
35ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
36τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
37Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
38ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
39ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
40πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
41ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
42δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
43Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
44Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
46νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
47ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
48τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
49υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
51ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
52βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
53ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
54οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
55ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
56πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
57ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
58ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
59Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
60Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
61τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
62ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
63ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
65τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
67ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
68γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
69Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
70ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
71ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
73βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
74ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
75ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
76Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
78ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
79τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
81φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
83ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
85Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
86ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
87θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
88χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
89τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
91ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
92πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
96θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
98καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
99θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
101τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
102ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
103βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
104δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
106ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
107ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
108ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
109ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
111ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
112πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
113αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
114δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
115κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
116εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
117δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
118δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
119ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
120δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
121ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
122γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
123ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
124θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
125ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
126ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
127ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
128ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
129τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
130μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
131τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
132ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
133ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
134Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
137ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
138χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
139τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
140ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
141αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
142αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
144ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
147πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
148τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
149υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
150τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
151ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
152βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
153ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
154υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
156ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
158δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
159ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
161ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
162πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
164βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
165ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
166τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
167βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
168Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
169εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
170στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
171Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
172καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
173οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
174ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
176Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
177εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
178ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
179τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
180Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
181Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
182ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
183ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
184εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
185οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
186ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
187ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
188ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
189δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
190καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
191ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
192ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
193ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
194καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
195πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
196ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
197ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
198ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
199ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
201ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
203ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
204ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
206ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
207Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
208ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
209τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
211ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
212εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
213πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
214αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
216χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
217τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
218μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
219πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
221ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
222οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
223κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
224τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
226ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
227δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
228ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
229τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
230Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
231μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
232οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
233μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
234ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
236αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
237ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
238τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
239ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
241τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
242αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
243Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
244ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
245ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
246Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
247Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
248εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
249ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
251τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
252μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
253οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
254οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
255ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
256ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
257τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
258ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
259ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
261ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
262αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
263Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
264ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
266δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
267ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
268τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
269λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
271τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
272τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
273εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
274ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
276τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
277καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
278ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
279νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
280ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
281καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
282αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
283τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
284βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
285δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
286τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
287ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
288πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
289αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
290ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
291ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
292τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
293αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
294ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
296ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
297Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
298δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
299ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
302σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
303Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
304οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
306ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
307θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
308ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
309ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
311καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
312εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
313μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
314ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
317χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
318ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
319οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
321ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
322νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
323Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
324ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
327νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
328ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
329αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
331γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
332τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
334ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
335ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
337ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
338ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
339πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
340ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
341οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
342τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
343ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
344καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
346χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
347τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
348εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
352ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
353τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
354ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
355εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
356ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
357ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
358πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
359φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
361λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
362Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
363ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
364ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
366μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
367αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
368ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
369λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
370ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
371μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
372χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
373τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
374μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
375τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
376οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
377οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
378Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
379οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
381τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
382τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
383πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
384ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
386παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
387χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
388καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
389εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
390Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
391ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
392τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
393δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
394βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
395τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
396εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
397ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
398αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
399κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
401τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
402ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
404ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
405σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
406νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
407ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
408οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
409ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
411φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
412μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
413ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
414κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
415ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
416ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
417ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
418αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
419κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
421Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
422ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
423Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
424τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
426ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
427καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
428οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
429ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
430ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
431ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
432Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
433γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
434ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
435Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
436τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
437τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
438ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
439δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
440φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
441ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
442ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
443ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
444μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
446Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
447ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
448ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
449αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
450αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
451ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
452δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
453ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
454δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
455Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
456οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
457Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
458Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
459αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
460ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
461Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
462εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
463υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
464ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
466ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
467κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
468Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
469ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
470ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
471ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
472Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
473φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
474οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
476ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
477ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
478καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
479τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
481κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
482ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
483ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
484οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
485τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
486λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
487μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
488ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
489οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
491ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
492νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
493ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
494αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
496ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
497οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
498Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
499ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
500ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
501κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
502αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
503λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
504οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
506οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
507θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
508πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
509Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
511οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
512αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
513ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
514Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
515ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
516καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
517οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
518Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
519τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
521οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
522ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
523νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
524ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
526πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
527ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
528Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
529ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
531αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
532φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
533ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
534Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
537τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
538ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
539νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
540δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
541ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
542υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
543τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
544ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
545Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
546ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
547Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
548ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
550τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
551Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
552τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
553ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
554οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
556τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
557σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
558ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
559τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
560καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
561τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
562βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
563σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
564τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
565τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
566βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
567μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
568τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
569ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
570Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
571Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
572ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
573οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
574τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
576ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
577ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
578τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
579ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
580Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
581ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
582χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
583ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
584Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
585αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
586κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
587δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
588ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
589τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
590τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
591κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
593ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
594Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
596τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
597ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
598στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
600ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
601ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
602αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
603τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
604καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
605ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
606εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
607ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
608ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
609εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
610τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
611στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
612καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
613ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
614ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
616νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
617δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
618τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
619ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
620αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
621ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
622ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
623δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
624οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
625οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
626ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
627ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
628Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
629ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
631υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
632τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
633Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
634πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
636εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
637οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
638ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
639εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
640ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
641ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
642Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
643σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
644οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
646ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
647τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
648Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
649ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
651οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
652σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
653ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
654εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
655ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
656Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
658Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
659τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
661βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
662ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
663οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
665ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
666μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
667σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
668Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
669ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
670τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
671μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
673ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
674οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
676τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
677ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
678Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
679καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
680εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
681βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
682δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
683Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
684Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
685κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
686ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
687νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
688εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
689ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
691ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
692οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
694ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
696τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
697αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
698ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
699Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
701οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
702χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
703ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
704Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
706Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
707Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
708ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
710ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
711τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
712Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
713αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
714ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
715ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
716Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
717εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
718ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
719ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
721Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
722Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
724τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
725χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
726πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
727δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
728ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
729τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
730δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
731κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
732ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
733αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
734πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
735ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
736ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
737τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
738ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
739δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
741ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
743κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
744χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
745ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
746βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
747ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
748Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
749αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
750τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
751ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
752τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
753εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
754ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
757Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
758ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
759μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
760τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
761ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
762Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
763λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
764τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
765ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
766ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
767ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
768μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
769μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
770ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
771ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
772τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
773ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
774ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
776λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
777τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
778αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
779ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
780ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
781ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
783ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
784ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
785Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
787αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
788ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
789οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
791νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
792ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
793Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
794εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
796ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
797ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
798ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
799ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
800ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
801Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
802καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
803οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
804ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
806αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
807κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
808ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
809σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
811ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
812ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
813Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
814τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
816τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
817οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
818ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
819οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
821ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
822τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
823Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
824γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
825τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
826Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
827μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
828ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
829ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
831τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
832ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
833Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
834νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
835ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
836χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
837ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
838ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
839βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
841αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
842ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
843Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
844τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
845δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
846ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
847ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
848κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
849αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
851πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
852ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
853καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
854ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
856ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
857νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
858τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
859ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
860ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
861ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
862τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
863δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
864οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
865καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
866τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
867φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
868καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
869πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
870δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
871καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
872Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
873αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
874ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
875σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
876οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
877ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
878σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
879ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
880ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
881ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
882μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
883Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
884αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
885ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
886αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
887ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
888τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
889μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
890ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
891αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
892μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
893Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
894τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
895ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
896ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
897εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
898καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
899ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
900τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
901ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
902ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
903ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
904ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
906πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
907αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
909παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.