Ἰλιάς
Book 10
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 10
1ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
3ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
4ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
6τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
7ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
8ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
9ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
11ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
12θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
13αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
14αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
16ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
17ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
18Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
19εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
21ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
22ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
23ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
25ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
26ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
27Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
28ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
29παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
31θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
32βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
33Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
34τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
36τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
37τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
38ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
39δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
41νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
42τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
43χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
44κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
46Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
47οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
48ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
49ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
51ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
52δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
53ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
54ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
56ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
57κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
58σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
59Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
60τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
61πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
62αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
63ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
64τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
65αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
66ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
67φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
68πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
69πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
71Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
72ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
73αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
74τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
76ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
77πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
78ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
81Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
82τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
83νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
84ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
85φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
86τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
87ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
88γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
89Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
91πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
92ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
93αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
94ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
95στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
96ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
97δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
98μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
99κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
101μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
104οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
106κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
107ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
108σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
109ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
110ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
111ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
112ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
113τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
114ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
116ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
117νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
118λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
119τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
120ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
121πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
122οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
123ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
124νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
126ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
127ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
128τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
129οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
130Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
131ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
132ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
133ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
134διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
135εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
136βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
137πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
138ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
139φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
140ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
141τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
142νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
143τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
144διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
145μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
146ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
147βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
148ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
149ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
150βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
151ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
152εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
153ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
154λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
155εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
156αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
157τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
158λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
159ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
160οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
161εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
162ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
163καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
164σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
166οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
167πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
168τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
169ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
171καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
172ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
173νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
174ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
176ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
177ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
178αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
179βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
181οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
182ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
183ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
184θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
185ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
186ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
187ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
188νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
189τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
191καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
192οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
193αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
194ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
196τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
198τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
199ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
201ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
202ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
203τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
204ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
206ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
207ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
208ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
209αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
211ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
212ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
213πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
214ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
216θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
217αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
218ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
219τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
220Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
221ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
222Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
223μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
224σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
225ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
226ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
227ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
228ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
229ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
230ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
231ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
234Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
236φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
237μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
238καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
239ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
240ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
241τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
242εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
243πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
244οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
246τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
247ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
248τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
249Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
250εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
251ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
252ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
253τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
254ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
256φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
257καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
258ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
259κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
261καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
262ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
263ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
266τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
267ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
268Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
269Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
271δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
272τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
273βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
274τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
276νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
277χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
278κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
279ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
280κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
281δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
282ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
283δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
284κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
286ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
287τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
288αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
289κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
291ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
292σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
293ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
294τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
295ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
296οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
297βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
298ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
299οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
301ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
302τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
303τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
304δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
306οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
307ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
308νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
309ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
311φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
312νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
313ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
316ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
317αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
318ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
319Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
321ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
322ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
323δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
324σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
326νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
327βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
328ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
329ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
331Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
332ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
333αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
334ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
336βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
337ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
338ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
339βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
341οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
342οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
343ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
344ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
346καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
347αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
348ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
349ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
351ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
352ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
353ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
354τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
356ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
357ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
358γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
359φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
360ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
361ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
363ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
364λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
367Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
368φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
369δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
370ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
371δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
372ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
373δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
374ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
375βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
376χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
377χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
378ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
379χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
381εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
382τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
384ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
386νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
387ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
388ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
389νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
390τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
391πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
392ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
393δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
394ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
396ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
397ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
398φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
399νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
400τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
401ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
402ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
403ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
404ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
405ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
406ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
407ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
408πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
409ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
411ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
412τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
413τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
414Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
416νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
417οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
418ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
419οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
421εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
422οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
423τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
424πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
426τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
427τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
428πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
429καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
431καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
432ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
433εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
434Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
436τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
437λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
438ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
439τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
441ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
442ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
443ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
444ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
446τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
447μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
448ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
449εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
451ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
452εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
453οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
454ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
456φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
457φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
458τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
459καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
460καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
461ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
462χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
463πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
464πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
465ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
466θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
467συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
468μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
469τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
470αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
471οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
472καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
473τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
474Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
476τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
477οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
478οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
479ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
481ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
482ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
483κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
484ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
486αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
487ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
491τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
492ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
493νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
494ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
496ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
497τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
498τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
499σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
501ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
502ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
503αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
504ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
505ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
506ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
507εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
508ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
509νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
511μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
512ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
513καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
514τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
516ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
517τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
518ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
519Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
521ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
522ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
523Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
525ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
526οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
527ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
528Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
529ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
530μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
531νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
532Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
533ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
534ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
535ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
536αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
537ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
538ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
539Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
540οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
541καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
542δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
543πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
544εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
546Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
547αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
548αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
549μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
550ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
551ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
552ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
553κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
554τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
556ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
557ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
558ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
559Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
560ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
561τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
562τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
563Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
564ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
566οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
567ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
568φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
569ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
570νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
571θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
572αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
573ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
574αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
576ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
577τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
578δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.