Ὀδύσσεια
Book 1
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
1ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
2πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
3πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
4πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
5ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
6ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
7αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
8νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
9ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
10τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
11ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
12οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
13τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
14νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
15ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
16ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
17τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
18εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
19καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
20νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
21ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
22ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
23Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
24οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
25ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
26ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
27Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
28τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
29μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
30τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
31τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
32ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
33ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
34σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
35ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
36γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
37εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
38Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
39μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
40ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
41ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
42ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
43πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
44τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
45ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
46καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
47ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
48ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
49δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
50νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
51νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
52Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
53πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
54μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
55τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
56αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
57θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
58ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
59ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
60ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
61Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
62Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
63τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
64τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
65πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
66ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
67ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
68ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
69Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
70ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
71πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
72Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
73ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
74ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
75οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
76ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
77νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
78ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
79ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
80τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
81ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
82εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
84Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
85νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
86νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
87νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
88αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
89μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
91πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
92μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
93πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
94νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
95ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
96ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
97ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
98ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
99εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
100βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
101ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
102βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
103στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
104οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
105εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
106εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
107πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
108ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
109κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
110οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
111οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
112νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
113τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
114ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
115ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
116μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
117τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
118τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
119βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
120ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
121χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
122καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
123χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
124δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
125ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
126οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
127ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
128δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
129ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
130αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
131καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
132πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
133μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
134δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
135ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
136χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
137καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
138νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
139σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
140εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
141δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
142παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
143κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
144ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
145ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
146τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
147σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
148κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
149οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
150αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
151μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
152μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
153κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
154Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
155ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
156αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
157ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
158ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
159τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
160ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
161ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
162κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
163εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
164πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
165ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
166νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
167θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
168φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
169ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
170τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
171ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
172ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
173οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
174καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
175ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
176ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
177ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
178τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
179τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
180Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
181υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
182νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
183πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
184ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
185νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
186ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
187ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
188ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
189Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
190ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
191γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
192παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
193ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
194νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
195σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
196οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
197ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
198νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
199ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
200αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
201ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
202οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
203οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
204ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
205φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
206ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
207εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
208αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
209κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
210πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
211Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
212ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
213τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
214τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
215μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
216οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
217ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
218ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
219νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
220τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
221τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
222οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
223θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
224ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
225τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
226εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
227ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
228δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
229αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
230τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
231ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
232μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
233ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
234νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
235οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
236ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
237εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
238ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
239τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
240ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
241νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
242οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
243κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
244οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
245ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
246Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
247ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
248τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
249ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
250ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
251οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
252τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
253ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
254δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
255εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
256σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
257τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
258οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
259ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
260ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
261φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
262ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
263δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
264ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
265τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
266πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
267ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
268ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
269οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
270ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
271εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
272αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
273μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
274μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
275μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
276ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
277οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
278πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
279σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
280νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
281ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
282ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
283ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
284πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
285κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
286ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
287εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
288ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
289εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
290νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
291σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
292πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
293αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
294φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
295ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
296κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
297νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
298ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
299πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
300Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
301καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
302ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
303αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
304ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
305σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
306τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
307ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
308ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
309ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
310ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
311δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
312τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
313ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
314τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
315μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
316δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
317αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
318καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
319ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
320ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
321θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
322μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
323θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
324αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
325τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
326ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
327λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
328τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
329κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
330κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
331οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
332ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
333στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
334ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
335ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
336δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
337Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
338ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
339τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
340οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
341λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
342τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
343τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
344ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
345τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
346μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
347τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
348αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
349ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
350τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
351τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
352ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
353σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
354οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
355ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
356ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
357ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
358ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
359πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
360ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
361παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
362ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
363κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
364ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
365μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
366πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
367τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
368μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
369νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
370ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
371τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
372ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
373πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
374ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
375ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
376εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
377ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
378κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
379αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
380νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
381ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
382Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
383τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
384Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
385ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
386μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
387ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
388τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
389Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
390καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
391ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
392οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
393ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
394ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
395πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
396τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
397αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
398καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
399τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
400Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
401ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
402κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
403μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
404κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
405ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
406ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
407γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
408ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
409ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
410οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
411γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
412τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
413Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
414οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
415οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
416ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
417ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
418Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
419υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
420ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
421οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
422τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
423τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
424δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
425Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
426ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
427ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
428τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
429Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
430τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
431πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
432ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
433εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
434ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
435δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
436ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
437ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
438καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
439ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
440πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
441βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
442ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
443ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
444βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.