Ὀδύσσεια
Book 13
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 13
1ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
2κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
3τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
4ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
5ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
6ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
7ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
8ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
9αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
10εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
11κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
12δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
13ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
14ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
16ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
17οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
18ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
19νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
20καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
21αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
22βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
23οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
24τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
25Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
26μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
27τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
28Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
29πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
31ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
32νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
33ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
34δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
35ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
36αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
37Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
38Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
39πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
40ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
41πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
42ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
43νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
44ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
45κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
46παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
47ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
48πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
49καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
50Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
51πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
52τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
53ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
54νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
55ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
56αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
57Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
58καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
59χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
60ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
61αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
62παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
63ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
64τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
66Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
67τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
68τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
69ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
71αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
72δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
73κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
74νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
75πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
76σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
77κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
78εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
79καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
81ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
82πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
83ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
84ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
86ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
87κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
88ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
89ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
90ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
91ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
92δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
93εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
94ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
96Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
97ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
98ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
99αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
101νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
102αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
103ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
104ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
105ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
106λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
107ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
108φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
109ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
111αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
112ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
113ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
114ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
115σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
116οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
117πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
118αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
119κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
120ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
121ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
122καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
123ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
124πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
125αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
126λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
127πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
128Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
129τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
130Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
131καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
132οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
133πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
134οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
135κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
136χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
137πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
138εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
139τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
140ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
141οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
142πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
143ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
144οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
145ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
146τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
147αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
148ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
149νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
150ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
151ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
152ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
153τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
154ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
155ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
156λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
157νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
158ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
159αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
160βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
161ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
162ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
163ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
164χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
165οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
166Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
167ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
168ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
169οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
170ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
171τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
172ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
173πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
174ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
175φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
176ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
177ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
178ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
179ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
180πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
181ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
182δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
183μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
184ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
185ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
186δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
188εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
189ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
190Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
191ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
192μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
193πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
194τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
195ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
196πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
197στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
198ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
199χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
200ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
201ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
202ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
203πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
204πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
205αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
206ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
207νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
208καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
209ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
210ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
211οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
212ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
213Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
214ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
215ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
216μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
217ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
218ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
219τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
220ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
222ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
223παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
224δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
225ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
226τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
227καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
228ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
229χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
231εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
232καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
233τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
234ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
235κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
236τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
237νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
238εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
239οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
240ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
241ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
242ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
243οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
244ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
245γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
246αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
247παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
248τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
249τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
250ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
251χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
252Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
253καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
254οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
255αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
256πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
257τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
258χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
259φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
260Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
261ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
262οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
263Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
264ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
265οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
266δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
267τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
268ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
269νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
270ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
271αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
272αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
273ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
274τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
275ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
276ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
277πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
278κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
279σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
280δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
281ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
282ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
283οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
284κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
285οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
286ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
287ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
288χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
289καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
290καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
291κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
292ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
293σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
294οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
295μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
296ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
297κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
298βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
299μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
300Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
301ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
302καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
303νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
304χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
305ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
306εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
307κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
308μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
309πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
310πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
311τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
312ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
313καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
314τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
315ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
316αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
317βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
318οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
319νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
321ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
322πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
323θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
324νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
325ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
326γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
327ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
328εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
329τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
330αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
331τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
332οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
333ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
334ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
335σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
336πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
337ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
338φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
339αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
340ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
341ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
342πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
343χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
344ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
345Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
346ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
347ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
348ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
349τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
350ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
351τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
352ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
353γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
354χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
355αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
356νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
357ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
358χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
359αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
360αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
361τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
362θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
363ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
364θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
365αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
366ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
367μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
368ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
369εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
370καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
371Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
372τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
373φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
374τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
375διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
376φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
377οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
378μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
379ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
380πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
381ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
382τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
384φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
386ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
387πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
388οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
389αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
391σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
392τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
393καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
394ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
395αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
396ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
397ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
398κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
399ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
400ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
401κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
402ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
403σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
404αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
405ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
406παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
407δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
408πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
409ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
411ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
412ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
413Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
414ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
416τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
417τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
418ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
419πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
420τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
421μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
422αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
423κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
424ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
425ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
426ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
427ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
428ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
429ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
430κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
431ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
432πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
433κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
434ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
436ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
437ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
438πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
439τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
440ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.