The Greek Library Author

Homer

Ὀδύσσεια

Book 12

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 12

1αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο

2νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο

3νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης

4οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,

5νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,

6ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·

7ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.

8ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

9δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης

10οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.

11φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,

12θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.

13αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,

14τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες

15πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.

16ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην

17ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα

18ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ

19σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.

20ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·

21σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,

22δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.

23ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον

24αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι

25πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα

26σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ

27ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.

28ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

29ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

30ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

31ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

32οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,

33ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων

34εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·

35αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.

36καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·

37ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,

38ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.

39Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας

40ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.

41ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ

42Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα

43οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,

44ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ

45ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς

46ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.

47ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων

48κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ

49τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,

50δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε

51ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,

52ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.

53εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,

54οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.

55αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,

56ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,

57ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς

58θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.

59ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς

60κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·

61Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.

62τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι

63τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,

64ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·

65ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.

66τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,

67ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν

68κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.

69οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,

70Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.

71καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,

72ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.

73οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει

74ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε

75κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη

76κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.

77οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,

78οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·

79πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.

80μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,

81πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς

82νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.

83οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ

84τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.

85ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.

86τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς

87γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν

88γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.

89τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,

90ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ

91σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες

92πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.

93μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,

94ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,

95αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,

96δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι

97κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.

98τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται

99παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ

100φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.

101τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.

102πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.

103τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·

104τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.

105τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ

106δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·

107οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.

108ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα

109νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν

110ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.

111ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

112εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,

113εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,

114τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.

115ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

116σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε

117καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;

118ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,

119δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·

120οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.

121ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,

122δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι

123τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.

124ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,

125μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·

126ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.

127Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ

128βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,

129ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,

130πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,

131οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,

132νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,

133ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.

134τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ

135Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,

136μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.

137τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

138ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·

139εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,

140νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,

141ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.

142ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

143ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·

144αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους

145αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·

146οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

147ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

148ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

149ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,

150Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

151αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

152ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.

153δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

154ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους

155θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·

156ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν

157ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.

158Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων

159φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.

160οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ

161δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,

162ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.

163εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,

164ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.

165ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·

166τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς

167νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.

168αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

169ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.

170ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο

171καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ

172ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.

173αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ

174τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·

175αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς

176Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·

177ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.

178οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε

179ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·

180αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

181ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,

182ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς

183ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·

184δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,

185νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.

186οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,

187πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,

188ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.

189ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ

190Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,

191ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.

192ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ

193ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους

194ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.

195αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε

196πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.

197αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα

198φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,

199αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,

200ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.

201ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα

202καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.

203τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,

204βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ

205νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.

206αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους

207μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

208ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·

209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ

210εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·

211ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,

212ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.

213νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.

214ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν

215τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς

216δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·

217σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ

218βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.

219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε

220νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι

221κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.

222ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.

223Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,

224μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι

225εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.

226καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς

227λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·

228αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε

229μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον

230πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι

231Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.

232οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε

233πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.

234ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·

235ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις

236δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.

237ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ

238πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη

239ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·

240ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,

241πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη

242δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε

243ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.

244ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·

245τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους

246ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.

247σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους

248ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν

249ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες

250ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.

251ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ

252ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων

253ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,

254ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,

255ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·

256αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας

257χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·

258οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι

259πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.

260αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν

261Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον

262ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,

263πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.

264δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ

265μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων

266οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ

267μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,

268Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε

269νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.

270δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

271κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,

272ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο

273Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε

274νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·

275ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.

276ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.

277ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.

278αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·

279σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα

280κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,

281ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ

282οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε

283νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,

284ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας

285νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.

286ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,

287γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,

288ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,

289ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα

290νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.

291ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

292δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,

293ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.

294ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.

295καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,

296καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

297Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.

298ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·

299εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν

300εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν

301ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι

302ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.

303ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.

304αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

305στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα

306ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι

307νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.

308αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

309μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,

310οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·

311κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.

312ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,

313ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς

314λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε

315γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.

316ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

317νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.

318ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·

319καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·

320ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε

321ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·

322δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,

323Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.

324ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

325μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος

326γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.

327οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,

328τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.

329ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,

330καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,

331ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,

332γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·

333δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν

334εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.

335ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,

336χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,

337ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·

338οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.

339Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·

340κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.

341πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,

342λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.

343ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας

344ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.

345εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,

346αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν

347τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.

348εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων

349νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,

350βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,

351ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.

352ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.

353αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας

354ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο

355βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·

356τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,

357φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·

358οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.

359αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,

360μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

361δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.

362οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,

363ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.

364αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,

365μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.

366καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,

367βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

368ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

369καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.

370οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·

371Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

372ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.

373οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.

374ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε

375Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.

376αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·

377Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

378τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,

379οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε

380χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,

381ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.

382εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,

383δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.

384τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

385Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε

386καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·

387τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ

388τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

389ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·

390ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.

391αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

392νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος

393εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.

394τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·

395εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,

396ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.

397ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

398δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·

399ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

400καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,

401ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,

402ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.

403ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη

404φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,

405δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων

406νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.

407ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε

408κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,

409ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα

410ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα

411εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ

412πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε

413πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς

414κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.

415Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·

416ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,

417ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.

418οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

419κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.

420αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους

421λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,

422ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ

423ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·

424τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,

425ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.

426ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,

427ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,

428ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.

429παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι

430ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.

431ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·

432αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,

433τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον

434οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·

435ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,

436μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.

437νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω

438ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον

439ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη

440κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,

441τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.

442ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,

443μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,

444ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.

445Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε

446εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.

447ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ

448νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

449ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

450ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;

451ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ

452σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν

453αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.