The Greek Library Author

Homer

Ὀδύσσεια

Book 14

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 14

1αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν

2χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη

3πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα

4κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.

5τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ

6ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,

7καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης

8αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,

9νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,

10ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·

11σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,

12πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·

13ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει

14πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ

15πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,

16θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,

17πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες

18ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης

19αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·

20οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.

21πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον

22τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.

23αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,

24τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι

25ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,

26οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε

27σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,

28ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.

29ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.

30οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς

31ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.

32ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·

33ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν

34ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.

35τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον

36πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·

37ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο

38ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.

39καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·

40ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων

41ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω

42ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς

43πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,

44εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

45ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,

46σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,

47εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.

48ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,

49εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,

50ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,

51αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς

52ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

53Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι

54ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.

55τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

56ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,

57ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες

58ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε

59γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν

60αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες

61οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,

62ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,

64οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,

63οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,

65ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,

66ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.

67τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·

68ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι

69πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·

70καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς

71Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.

72ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,

73βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.

74ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,

75εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.

76ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ

77θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·

78ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,

79αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·

80ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,

81χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,

82οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.

83οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,

84ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.

85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης

86ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,

87πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,

88καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.

89οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,

90κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως

91μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι

92κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.

93ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,

94οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·

95οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.

96ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση

97ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης

98οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν

99ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.

100δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,

101τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν

102βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.

103ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα

104ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.

105τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,

106ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.

107αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,

108καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.

109ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον

110ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.

111αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,

112καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,

113οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,

114καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

115ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,

116ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;

117φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.

118εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.

119Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

120εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.

121τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·

122ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν

123ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,

124ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται

125ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.

126ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,

127ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·

128ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,

129καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,

130ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.

131αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.

132εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.

133τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ

134ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·

135ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ

136κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.

137ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω

138πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον

139ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,

140οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι

141οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.

142οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ

143ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·

144ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.

145τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν

146αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·

147ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.

148τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

149ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα

150κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·

151ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,

152ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω

153αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·

154ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·

155πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.

156ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι

157γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.

158ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,

159ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·

160ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.

161τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.

162τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,

163οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου

164ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.

165τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

166ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,

167οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος

168πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων

169μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν

170ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.

171ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς

172ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια

173Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.

174νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,

175Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,

176καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα

177πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,

178τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας

179ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν

180ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ

181οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται

182νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.

183ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ

184ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.

185ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες

186καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·

187τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

188ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται

189ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

190οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.

191τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

192τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.

193εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ

194ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,

195δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·

196ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα

197οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,

198ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

199ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,

200ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι

201υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο

202γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ

203παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα

204Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι

205ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ

206ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.

207ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι

208εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο

209παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,

210αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.

211ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων

212εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα

213οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν

214ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα

215γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.

216ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη

217καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε

218ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,

219οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,

220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον

221ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.

222τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν

223οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,

224ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν

225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,

226λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.

227αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·

228ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.

229πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν

230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν

231ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.

232τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω

233λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα

234δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.

235ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς

236ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,

237δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα

238νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος

239ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.

240ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,

241τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν

242οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.

243αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·

244μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν

245κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα

246Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,

247νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.

248ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.

249ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

250δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον

251θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.

252ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης

253ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ

254ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι

255νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι

256ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.

257πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,

258στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.

259ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

260αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

261ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·

262οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,

263αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

264πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,

265αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.

266οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν

267ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

268χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος

269φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

270μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

271ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,

272τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

273αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα

274ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν

275αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—

276αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα

277καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·

278αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων

279καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,

280ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.

281ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,

282ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—

283ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν

284ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.

285ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα

286χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.

287ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

288δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,

289τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·

290ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα

291Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.

292ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.

293ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

294ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

295ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο

296ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,

297κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.

298τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.

299ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,

300μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.

301ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη

302φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,

303δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων

304νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.

305Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·

306ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,

307ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.

308οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

309κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.

310αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,

311ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο

312ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.

313τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.

314ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.

316ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων

317ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν

318αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,

319χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·

320ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.

321ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε

322ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,

323καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,

324χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.

325καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·

326τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.

327τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο

328ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,

329ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον

330ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.

331ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,

332νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,

333οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.

334ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς

335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.

336ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ

337ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ

338ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.

339ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,

340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.

341ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,

342ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,

343ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·

344ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.

345ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ

346ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες

347ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.

348αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ

349ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,

350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ

351στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι

352νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.

353ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,

354κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες

355φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι

356μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον

357νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ

358ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες

359ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.

360τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

361ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας

362ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.

363ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις

364εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα

365μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς

366νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι

367πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν

368ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.

369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,

370ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω

371νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.

372αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε

373ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια

374ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.

375ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,

376ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,

377ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·

378ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,

379ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,

380ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,

381ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.

382φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι

383νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·

384καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,

385πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.

386καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,

387μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·

388οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,

389ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.

390τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

391ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,

392οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.

393ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε

394μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.

395εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,

396ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι

397Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·

398εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,

399δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,

400ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.

401τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·

402ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε

403εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,

404ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,

405αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·

406πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.

407νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι

408εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.

409ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

410ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.

411τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,

412κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων

413αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·

414ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω

415τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν

416δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·

417ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.

418ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,

419οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.

420τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης

421λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·

422ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν

423ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν

424νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

425κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·

426τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·

427αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,

428πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,

429καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,

430μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

431ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,

432βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης

433ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.

434καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·

435τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,

436θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·

437νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν

438ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·

439καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·

440αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

441ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.

442τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

443ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,

444οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,

445ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.

446ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,

447σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ

448ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.

449σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης

450αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,

451νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·

452πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.

453οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

454αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

455σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον

456σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.

457νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς

458πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.

459τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

460εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων

461ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·

462κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,

463εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει

464ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι

465καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,

466καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.

467ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.

468εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,

469ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.

470ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,

471τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.

472ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,

473ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,

474ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες

475κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,

476πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,

477ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.

478ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,

479εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·

480αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον

481ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,

482ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.

483ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,

484καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα

485ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·

486διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

487οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα

488δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων

489οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.

490ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,

491οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·

492φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·

493σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.

494ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·

495κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.

496λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη

497εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,

498εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.

499ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,

500καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,

501βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου

502κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.

503ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·

504δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,

505ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·

506νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.

507τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

508ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,

509οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·

510τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,

511ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,

512νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.

513οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες

514ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.

515αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

516αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,

517πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.

518ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς

519εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.

520ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ

521πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,

522ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.

523ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν

524ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ

525ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,

526ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,

527ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.

528πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,

529ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,

530ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,

531εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.

532βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες

533πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.