The Greek Library Author

Homer

Ὀδύσσεια

Book 10

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 10

1Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν

2Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,

3πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος

4χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.

5τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,

6ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·

7ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

8οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

9δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

10κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ

11ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν

12εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

13καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

14μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

15Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·

16καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.

17ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον

18πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

19δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

20ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·

21κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

22ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.

23νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ

24ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·

25αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,

26ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν

27ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.

28ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

29τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

30καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·

31ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

32αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ

33δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·

34οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

35καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι

36δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.

37ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

38ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

39ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.

40πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ

41ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

42οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·

43καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι

44Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,

45ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.

46ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·

47ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.

48τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα

49κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

50ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,

51ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,

52ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

53ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ

54κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ

55αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.

56ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,

57αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

58αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,

59δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον

60βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον

61δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.

62ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ

63ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·

64πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

65ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο

66πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.

67ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·

68ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος

69σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.

70ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,

71οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·

72ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·

73οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν

74ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·

75ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.

76ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

77ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.

78τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς

79ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

81ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

82Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

83ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.

84ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

85τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·

86ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

87ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

88ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

89ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν

90ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,

91ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

92αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο

93πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,

94οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·

95αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,

96αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·

97ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.

98ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,

99καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.

100δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,

101οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,

102ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.

103οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι

104ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,

105κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,

106θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.

107ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον

108Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·

109οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο

110ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·

111ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.

112οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα

113εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.

114ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,

115ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.

116αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·

117τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.

118αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες

119φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,

120μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.

121οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν

122βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει

123ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·

124ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.

125ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,

126τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

127τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.

128αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

129ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·

130οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.

131ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

132νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.

133ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

134ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

135Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε

136Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

137αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·

138ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο

139μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.

140ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ

141ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.

142ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας

143κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

144ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,

145καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ

146καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,

147εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.

148ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,

149καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,

150Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.

151μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

152ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.

153ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,

154πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

155δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.

156ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

157καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,

158ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν

159ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης

160πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.

161τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα

162πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,

163κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.

164τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς

165εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ

166εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,

167πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν

168πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,

169βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν

170ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου

171χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.

172κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους

173μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

174ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ

175εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·

176ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,

177μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.

178ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,

179ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο

180θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.

181αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

182χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.

183ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

184ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

185ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

186δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

187ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

188καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

189κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·

190ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,

191οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,

192οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον

193εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.

194εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν

195νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·

196αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ

197ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.

198ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ

199μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο

200Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.

201κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·

202ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

203αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους

204ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·

205τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.

206κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·

207ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.

208βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι

209κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.

210εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης

211ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·

212ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

213τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.

214οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε

215οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.

216ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα

217σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,

218ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

219σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.

220ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,

221Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,

222ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων

223λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

224τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,

225ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·

226ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν

227καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,

228ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.

229ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.

230ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

231καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·

232Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.

233εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,

234ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν

235οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ

236φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.

237αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα

238ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.

239οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

240καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.

241ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη

242πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης

243ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

244Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν

245ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.

246οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,

247κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε

248δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.

249ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,

250καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·

251ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·

252εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ

253ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.

254ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,

255ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.

256ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

257καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·

258αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.

259οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν

260ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.

261ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον

262ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·

263τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.

264αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων

265καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

266μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.

267οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον

268ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον

269φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.

270ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

271Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ

272ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·

273αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.

274ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

275ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας

276Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,

277ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν

278ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,

279πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·

280ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

281πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,

282χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης

283ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.

284ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι

285αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.

286ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.

287τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης

288ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.

289πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.

290τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.

291ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει

292φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.

293ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,

294δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

295Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.

296ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·

297ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,

298ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·

299ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,

300μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,

301μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.

302ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης

303ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.

304ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

305μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν

306ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.

307Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

308νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης

309ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

310ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·

311ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.

312ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

313καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.

314εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

315καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

316τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,

317ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.

318αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,

319ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

320ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.

321ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

322Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.

323ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,

324καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

325τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

326θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·

327οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,

328ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.

329σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.

330ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ

331φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,

332ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.

333ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα

334εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε

335εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.

336ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

337ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,

338ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,

339αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις

340ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,

341ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.

342οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,

343εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι

344μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

345ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.

346αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

347καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.

348ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο

349τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·

350γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων

351ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.

352τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ

353πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·

354ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας

355ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·

356ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα

357ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·

358ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε

359πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.

360αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,

361ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,

362θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,

363ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.

364αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,

365ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,

366εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

367καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

368χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

369καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

370νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

371σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

372εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

373ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,

374ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.

375Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ

376χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,

377ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·

378τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,

379θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;

380ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ

381δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.

382ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

383ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,

384πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,

385πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;

386ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,

387λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.

388ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει

389ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,

390ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.

391οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν

392ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.

393τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε

394φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·

395ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,

396καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.

397ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.

398πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα

399σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.

400ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

401διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

402ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

403νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,

404κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·

405αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.

406ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,

407βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

408εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους

409οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.

410ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,

411ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,

412πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ

413ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·

414μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,

415δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς

416ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν

417τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.

418καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·

419σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,

420ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·

421ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.

422ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·

423νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,

424κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·

425αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,

426ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης

427πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.

428ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.

429Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·

430καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

431ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;

432Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας

433ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,

434οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,

435ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο

436ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·

437τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.

438ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,

439σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,

440τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,

441καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι

442μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

443διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,

444αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·

445ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.

446ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

447οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,

448ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.

449τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη

450ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,

451ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·

452δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.

453οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,

454κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.

455ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

457μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ

458ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,

459ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.

460ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,

461εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,

462οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν

463τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,

464αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν

465θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.

466ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

467ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

468ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

469ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι

470μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,

471καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·

472δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,

473εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι

474οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

475ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

476ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

477ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·

478ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

479οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.

480αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς

481γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·

482καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

483ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,

484οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,

485ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ

486ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.

487ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

488διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

489μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.

490ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι

491εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,

492ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,

493μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·

494τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,

495οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.

496ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·

497κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ

498ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

499αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,

500καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

501ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;

502εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.

503ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

504διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

505μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,

506ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας

507ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.

508ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,

509ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,

510μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,

511νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,

512αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.

513ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν

514Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,

515πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·

516ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,

517βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

518ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,

519πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,

520τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.

521πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,

522ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

523ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,

524Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ

525παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.

526αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,

527ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν

528εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι

529ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ

530ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.

531δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι

532μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,

533δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

534ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·

535αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

536ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα

537αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

538ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,

539ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου

540νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.

541ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

542ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·

543αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

544λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ

545καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.

546αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους

547μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

548μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,

549ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.

550ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

551οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.

552Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην

553ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·

554ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,

555ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.

556κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας

557ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν

558ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

559ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν

560ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.

561ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·

562φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν

563ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,

564εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης

565ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.

566ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,

567ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·

568ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

569ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

570ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,

571τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ

572ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,

573ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα

574ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;