The Greek Library Author

Homer

Ὀδύσσεια

Book 15

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 15

1ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη

2ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν

3νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.

4εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν

5εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,

6ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·

7Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ

8νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.

9ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

10Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,

11κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν

12οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι

13κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.

14ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον

15πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.

16ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται

17Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας

18μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·

19μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.

20οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·

21κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,

22παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο

23οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.

24ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα

25δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,

26εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.

27ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.

28μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν

29ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.

30ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.

31ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει

32ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

33ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,

34νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν

35ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.

36αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,

37νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,

38αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,

39ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.

40ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω

41ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,

42οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.

43ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

44αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν

45λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·

46ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους

47ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.

48τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·

49Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο

50νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.

51ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ

52ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,

53καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.

54τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα

55ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.

56ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

57ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,

58ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.

59τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,

60σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα

61δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις

62ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα

63Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·

64Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

65ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·

66ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.

67τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·

68Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω

69ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ

70ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,

71ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.

72ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι

73ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.

74χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.

75ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω

76καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ

77δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.

78ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,

79δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.

80εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,

81ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,

82ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας

83αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,

84ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,

85ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.

86τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

87Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

88βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν

89οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·

90μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,

91ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.

92αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,

93αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε

94δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.

95ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,

96ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·

97τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος

98ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.

99αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,

100οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.

101ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,

102Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,

103υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν

104ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,

105ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.

106τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,

107ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

108ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.

109βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο

110Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·

111Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,

112ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.

113δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,

114δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.

115δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ

116ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,

117ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,

118Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε

119κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.

120ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον

121ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν

122θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,

123ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος

124πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

125δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,

126μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,

127σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ

128κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο

129οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.

130ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.

131καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως

132δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·

133τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.

134ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.

135χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

136καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

137νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

138σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·

139εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·

140πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·

141οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.

142οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

143αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

144δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς

145ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,

146ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.

147τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,

148οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,

149ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.

150στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·

151χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν

152εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,

153ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.

154τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

155καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,

156πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς

157νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,

158εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης

159ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.

160ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,

161αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,

162ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο

163ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν

164δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες

165γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

166τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·

167φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

168ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.

169ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,

170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.

171τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·

172κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ

173ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.

174ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ

175ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,

176ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς

177οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη

178οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.

179τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

180οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·

181τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.

182ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα

183ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.

184οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.

185δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·

186ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,

187υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.

188ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.

189ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

190ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,

191ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·

192μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.

193αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·

194καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·

195Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας

196μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι

197ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·

198ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.

199μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,

200μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ

201ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.

202ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,

203ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.

204ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·

205στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,

206νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,

207ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·

208καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

209σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,

210πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.

211εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·

212οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,

213ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι

214ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.

215ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους

216ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.

217Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·

218ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,

219αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.

220ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

221αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

222ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ

223νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ

224τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,

225μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,

226ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,

227ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·

228δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων

229Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,

230ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν

231εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο

232δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων

233εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,

234τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.

235ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους

236ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς

237ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα

238ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,

239Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν

240ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν

241ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,

242γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.

243Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,

244αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,

245ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων

246παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,

247ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.

248τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.

249Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·

250ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς

251κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·

252αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων

253θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·

254ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,

255ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.

256τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,

257ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν

258σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,

259καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

260ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,

261λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα

262σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,

263εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·

264τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

265τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

266τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

267ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,

268εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.

269τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν

270ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.

271τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

272οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς

273ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε

274Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.

275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν

276φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.

277ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,

278μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.

279τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

280οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,

281ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.

282ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,

283καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·

284ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.

285ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ

286εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.

287Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

288ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.

289ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

290στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,

291ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.

292τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

293λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα

294νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

295βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.

296δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·

297ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ

298ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

299ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,

300ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.

301τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

302δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.

303αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

304τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

305ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι

306αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·

307κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·

308ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι

309πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.

310ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον

311ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ

312πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.

313καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο

314ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,

315καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,

316εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.

317αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.

318ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

319Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων

320ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,

321δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,

322πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,

323δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,

324οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.

325τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·

326ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα

327ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.

328εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,

329τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

330οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,

331ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,

332αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,

333οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι

334σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.

335ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,

336οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.

337αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

338κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,

339πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.

340τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

341αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

342ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

343πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·

344ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν

345ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.

346νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,

347εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

348πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

349ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,

350ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.

351τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

352τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

353Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ

354θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·

355ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο

356κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα

357ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.

358ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,

359λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε

360ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.

361ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,

362τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,

363οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,

364θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·

365τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.

366αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,

367τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,

368αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη

369καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα

370ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.

371νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ

372ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·

373τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.

374ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι

375οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,

376ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν

377ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι

378καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι

379ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.

380τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

381ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,

382πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

383ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

384ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,

385ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,

386ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν

387ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν

388τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.

389τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

390ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,

391σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον

392ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,

393ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,

394πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.

395τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,

396εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι

397δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.

398νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε

399κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,

400μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,

401ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.

402τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.

403νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,

404Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,

405οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,

406εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.

407πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη

408νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·

409ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,

410ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν

411οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.

412ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·

413τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,

414Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.

415ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,

416τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.

417ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,

418καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·

419τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.

420πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ

421εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει

422θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.

423εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·

424ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·

425ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,

426κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·

427ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες

428ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες

429τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.

430τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·

431ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,

432ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ

433αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.

434τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

435εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,

436ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.

437ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.

438αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

439τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

440σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν

441ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,

442ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι

443ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ

444δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.

445ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.

446ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,

447ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·

448οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·

449καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.

450παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,

451κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·

452τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον

453ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.

454ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,

455οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες

456ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

457ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,

458καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.

459ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς

460χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.

461τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ

462χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,

463ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.

464ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,

465ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.

466εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας

467ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.

468οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,

469ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ

470ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.

471δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·

472ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,

473ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.

474οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

475νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.

476ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·

477ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

478τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,

479ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.

480καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι

481ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·

482τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,

483ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.

484οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.

485τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·

486Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας

487ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.

488ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε

489Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας

490ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε

491ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε

492πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.

493ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

494καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·

495αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου

496Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν

497καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·

498ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·

499ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

500δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.

501αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

502τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·

503ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,

504αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·

505ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.

506ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,

507δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.

508τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

509πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι

510ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;

511ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;

512τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

513ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην

514ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ

515χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ

516ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ

517φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.

518ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,

519Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,

520τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·

521καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα

522μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.

523ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,

524εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.

525ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,

526κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι

527τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε

528μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.

529τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας

530ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

531Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις

532ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.

533ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο

534ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.

535τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

536αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·

537τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

538ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.

539ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·

540Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα

541πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·

542καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν

543ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.

544τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·

545Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,

546τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.

547ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους

548αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

549οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

550Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,

551εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,

552νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.

553οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε

554Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·

555τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,

556ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης

557ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,