Ὀδύσσεια
Book 18
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 18
1ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
2πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
3ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
4οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
6ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
7οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
8ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
9καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
10εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
11οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
13ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
14τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
15δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
16οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
17οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
18ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
19ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
22αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
23αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
24δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
25τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
26ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
27γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
28κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
29γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
31μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
32ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
34τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
35ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
36ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
37οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
39χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
40ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
41ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
42τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
43κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
44γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
45κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
46ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
48αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
49πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
50ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
51τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
52ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
53ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
54ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
55ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
57πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
58ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
59αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
61ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
62τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
63δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
64ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
65Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
66ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
67ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
68καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
69στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
70ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
71μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
72ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
73ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
74οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
75ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
76ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
79νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
80εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
82ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
83αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
84πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
85εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
87μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
88ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
90δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
91ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
92ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
93ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
94ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
95δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
96Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
97ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
98κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
99λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
101ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
102αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
103εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
104καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
105ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
106μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
108ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
110ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
111ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
112Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
113ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
114ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
116εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
117ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
118Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
120ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
121καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
122χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
123ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
124τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
125Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
126τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
127Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
128τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
129τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
130οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
131πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
132οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
133ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
134ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
136τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
137οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
138καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
139πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
142ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
143οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
144κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
146δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
147οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
148ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
149οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
151ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
153αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
154νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
156Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
157ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
158τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
159κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
160μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
161θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
163ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
164Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
166παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
167μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
169τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
170ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
171ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
172χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
173μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
174ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
177τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
178Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
179χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
180ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
181ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
183ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
184οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
185ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
186ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
187ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
188κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
189εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
191ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
192κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
194χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
195καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
196λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
197ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
198ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
199φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
201ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
202αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
203αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
204αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
206ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
207οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
208ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
209στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
211ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
212τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
213πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
214ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
215Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
216παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
217νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
219ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
220οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
221οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
222ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
223πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
226τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
227μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
228αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
230ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
231ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
232οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
233οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
234μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
235αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
236οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
238οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
240ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
241οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
242οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
243ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
244Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
245κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
246εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
247πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
249εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
250τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
251Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
252ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
253Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
254εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
256νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
259ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
260ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
261καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
262ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
263ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
264ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
265τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
266αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
267μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
268ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
269αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
271κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
272νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
274ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
275μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
276οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
277μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
279κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
280ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
281ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
282οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
283μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
284τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
285κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
286δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
287δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
288ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
289πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
290ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
291δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
296χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
298τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
299ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
301ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
302ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
303τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
304οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
306τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
307αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
311δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
312αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
313δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
314ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
315τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
316ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
317αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
318ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
319οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
320ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
321τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
322τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
323παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
324ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
326ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
327ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
328οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
329ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
330θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
331ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
332τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
333ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
334μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
337τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
338ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
339κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
340ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
342ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
343αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
344ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
345ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
346μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
347λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
348δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
349τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
350κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
351κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
352ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
353οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
354ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
356ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
357ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
358ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
359αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
362ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
363ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
364βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
365τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
366Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
367ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
368ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
370νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
371εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
372αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
373ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
374τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
375τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
376εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
379τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
381ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
382καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
384εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
385αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
386φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
387ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
388καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
389ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
390θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
391ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
392τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
393ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
394ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
395Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
397δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
401αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
402πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
403νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
404ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
405τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
406δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
407βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
408ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
409ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
410ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
411Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
412τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
413Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
414ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
416μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
417δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
418ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
419ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
420τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
421Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
422ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
423τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
425νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
426σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
428βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.