Ὀδύσσεια
Book 8
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 8
1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
3ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
4τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
5Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
6ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
7πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
8εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
9νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
11δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
12εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
13ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
14πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
15ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
16καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
17ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
18υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
19θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
21ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
22δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
23πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
24αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
25τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
26κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
27ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
28ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
29ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
30πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
31ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
32οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
33ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
34ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
36κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
37δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
38ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
39ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
40κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
41σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
42ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
43μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
44Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
45τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
46ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
47σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
48κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
49βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
50αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
51νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
52ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
53ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
54πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
55ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
56βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
57πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
58ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
59τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
60ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
61τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
62κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
63τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
64ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
65τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
66μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
67κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
68αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
69κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
70πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
71οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
72αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
73μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
74οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
75νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
76ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
77ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
78χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
79ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
80Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
81χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
82Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
83ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
84πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
85κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
86αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
87ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
88δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
89καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
90αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
91Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
92ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
93ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
94Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
95ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
96αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
97κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
98ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
99φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
100νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
101πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
102οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
103πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
104ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
105κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
106Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
107κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
108Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
109βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
110μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
111ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
112Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
113Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
114Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
115ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
116Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
117πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
118ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
119Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
120οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
121τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
122καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
123τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
124ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
125τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
126οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
127τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
128ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
129δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
130πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
131αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
132τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
133δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
134οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
135μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
136αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
137δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
138οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
139ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
140τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
141Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
142αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
143αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
144στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
145δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
146εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
147οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
148ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
149ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
150σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
151νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
152τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
153Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
154κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
156νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
157ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
158τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
159οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
160ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
161ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
162ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
163φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
164κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
165τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
166ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
167οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
168ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
169ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
170ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
171τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
172αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
173ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
174ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
175ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
176ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
177οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
178ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
179εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
180ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
181ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
182νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
183ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
184ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
185θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
186ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
187μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
188ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
189τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
190βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
191Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
192λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
193ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
194ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
195καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
196ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
197ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
198οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
199ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
200χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
201καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
202τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
203ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
204τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
205δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
206ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
207πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
208ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
209ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
210ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
211δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
212τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
213ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
214πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
215εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
216πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
217ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
218ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
219οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
220δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
221τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
222ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
223ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
224οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
225οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
226τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
227ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
228ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
229δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
230οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
231Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
232κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
233ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
234ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
235Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
236ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
237ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
238χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
239νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
240ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
241ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
242εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
243δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
244ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
245Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
246οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
247ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
248αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
249εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
250ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
251παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
252οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
253ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
254Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
255οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
256ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
257οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
258αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
259δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
260λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
261κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
262Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
263πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
264πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
265μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
266αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
267ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
268ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
269λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
270Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
271Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
272Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
273βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
274ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
275ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
276αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
277βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
278ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
279πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
280ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
281οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
282αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
283εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
284ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
285οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
286ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
287βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
288ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
289ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
290ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
291ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
292δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
293οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
294οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
295ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
296τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
297τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
298οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
299καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
300ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
301αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
302Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
303βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
304ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
305σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
306Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
307δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
308ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
309αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
310οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
311ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
312ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
313ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
314εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
315οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
316καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
317εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
318εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
319ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
321ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
322ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
323Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
324θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
326ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
327τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
328ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
329οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
330ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
331ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
332χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
333ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
334Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
335Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
336ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
337εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
338τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
339αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
340δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
341ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
342αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
343ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
344οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
345Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
346καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
347λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
348τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
349τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
350μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
351δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
352πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
353εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
354τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
355Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
356οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
357τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
358οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
359ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
360τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
361αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
362ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
363ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
364ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
365ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
366ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
367ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
368τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
369Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
370Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
371μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
372οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
373πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
374τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
375ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
376ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
377αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
378ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
379ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
380ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
381δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
382Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
383ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
384ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
385ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
386αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
387κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
388ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
389ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
390δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
391ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
392τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
393καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
394αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
395ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
396Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
397καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
398ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
399δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
401Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
402τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
403δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
404ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
405ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
406ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
407καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
408χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
409δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
410σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
411δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
412τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
413καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
414μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
416ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
417δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
418καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
419δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
420μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
421τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
422ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
423δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
424δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
425ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
426ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
427ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
428δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
429δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
430καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
431χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
432σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
433ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
434ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
435αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
436ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
437γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
438τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
439ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
440ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
441ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
442καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
443αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
444μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
445εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
446αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
447αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
448ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
449αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
450ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
451θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
452ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
453τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
454τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
455ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
456ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
457ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
458στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
459θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
460καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
461χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
462μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
463τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
464Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
465οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
466οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
467τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
468αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
469ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
470οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
471κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
472Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
473μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
474δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
475νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
476ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
477κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
478Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
479πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
480τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
481οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
482ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
483ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
484οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
485αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
486δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
487Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
488ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
489λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
490ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
491ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
492ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
493δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
494ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
495ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
496αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
497αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
498ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
499ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
500ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
501βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
502Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
503ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
504αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
505ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
506ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
507ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
508ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
509ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
510τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
511αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
512δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
513Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
514ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
515ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
516ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
517αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
518βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
519κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
520νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
521ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
522τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
523ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
524ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
525ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
526ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
527ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
528κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
529εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
530τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
531ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
532ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
533Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
534ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
535αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
536κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
537Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
538οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
539ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
540ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
541ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
542ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
543ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
544εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
546ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
547ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
548τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
549ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
550εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
551ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
552οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
553οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
554ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
555εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
556ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
557οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
558οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
559ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
560καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
561ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
562ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
563οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
564ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
565Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
566ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
567φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
568ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
569ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
570ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
571ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
572ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
573ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
574ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
575ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
576οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
577εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
578Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
579τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
580ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
581ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
582ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
583κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
584ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
585ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
586γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.