The Greek Library Author

Homer

Ὀδύσσεια

Book 11

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 11

1αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,

2νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,

3ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,

4ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ

5βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.

6ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

7ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,

8Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

9ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

10ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.

11τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·

12δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

13ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.

14ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,

15ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς

16ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,

17οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,

18οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,

19ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.

20νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα

21εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο

22ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.

23ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε

24ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

25βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

26ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,

27πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,

28τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.

29πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,

30ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

31ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,

32Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ

33παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.

34τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,

35ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα

36ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο

37ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.

38νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες

39παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,

40πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,

41ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·

42οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος

43θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.

44δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

45μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,

46δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

47ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·

48αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

49ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα

50αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

51πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·

52οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·

53σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς

54ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.

55τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,

56καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

57Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;

58ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.

59ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·

60διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

61ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.

62Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα

63ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

64ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν

65ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.

66νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,

67πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,

68Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·

69οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο

70νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·

71ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.

72μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν

73νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,

74ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,

75σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,

76ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.

77ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,

78τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.

79ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

80ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.

81νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν

82ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,

83εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·

84ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,

85Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,

86τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.

87τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·

88ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,

89αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

90ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο

91χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·

92διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

93τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο

94ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;

95ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,

96αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.

97ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον

98κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,

99καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·

100νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·

101τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω

102λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ

103χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.

104ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,

105αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,

106ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα

107Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,

108βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα

109Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.

110τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

111καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·

112εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,

113νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,

114ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,

115νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,

116ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι

117μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.

118ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·

119αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι

120κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,

121ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,

122εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν

123ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·

124οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους

125οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.

126σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·

127ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης

128φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,

129καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,

130ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,

131ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,

132οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας

133ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

134πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ

135ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ

136γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ

137ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.

138ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

139Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.

140ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

141μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·

142ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν

143ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.

144εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;

145ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·

146ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.

147ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων

148αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·

149ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.

150ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω

151Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·

152αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ

153ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,

154καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

155τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα

156ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.

157μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,

158Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι

159πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.

160ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις

161νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες

162εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;

163ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

164μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο

165ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·

166οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς

167γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,

168ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ

169Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.

170ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

171τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;

172ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα

173οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;

174εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,

175ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη

176ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.

177εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,

178ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει

179ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.

180ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·

181καὶ λίην κείνη γε μένει τετληότι θυμῷ

182σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ

183φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.

184σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος

185Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας

186δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·

187πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει

188ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ

189δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,

190ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,

191ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·

192αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,

193πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο

194φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.

195ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει

196σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.

197οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·

198οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα

199οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,

200οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα

201τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·

202ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,

203σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.

204ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας

205μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.

206τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,

207τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ

208ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,

209καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

210μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,

211ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε

212ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;

213ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια

214ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;

215ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·

216ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,

217οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,

218ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·

219οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,

220ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο

221δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,

222ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.

223ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα

224ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.

225νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες

226ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,

227ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.

228αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,

229αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.

230ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·

231σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ

232οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.

233αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη

234ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.

235ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,

236ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,

237φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·

238ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,

239ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,

240καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.

241τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος

242ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·

243πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,

244κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.

245λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.

246αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,

247ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

248χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ

249τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ

250ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.

251νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·

252αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.

253ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.

254ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,

255τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην

256ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ

257ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.

258τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,

259Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.

260τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,

261ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,

262καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,

263οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,

264πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο

265ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.

266τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,

267ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα

268γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·

269καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,

270τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.

271μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,

272ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο

273γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας

274γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.

275ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων

276Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·

277ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,

278ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,

279ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω

280πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.

281καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς

282γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,

283ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,

284ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·

285ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,

286Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.

287τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,

288τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς

289τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους

290ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης

291ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων

292ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,

293δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.

294ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

295ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

296καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,

297θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.

298καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,

299ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,

300Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,

301τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·

302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες

303ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε

304τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.

305τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν

306εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,

307καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,

308Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,

309οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα

310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·

311ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν

312εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.

313οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ

314φυλόπιδα στήσειν πολυάικος πολέμοιο.

315Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ

316Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.

317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·

318ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,

319ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους

320ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.

321Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,

322κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς

323ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων

324ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα

325Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.

326Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,

327ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

328πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

329ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·

330πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη

331εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους

332ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.

333ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,

334κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

335τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.

336Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι

337εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;

338ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·

339τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα

340οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν

341κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.

342τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,

343ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·

344ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης

345μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.

346Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.

347τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

348τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε

349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·

350ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων

351ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν

352δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει

353πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.

354τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

355Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

356εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,

357πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,

358καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,

359πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·

360καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην

361πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.

362τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

363ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,

364ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς

365βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,

366ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·

367σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.

368μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,

369πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.

370ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

371εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ

372Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.

373νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη

374εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.

375καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ

376τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.

377τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

378Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

379ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·

380εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε

381τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,

382κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,

383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,

384ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.

385αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ

386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,

387ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

388ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ

389οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

390ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·

391κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,

392πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·

393ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,

394οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.

395τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,

396καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

397Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

398τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;

399ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν

400ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;

401ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου

402βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,

403ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;

404ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·

405διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

406οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν

407ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,

408οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,

409ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε

410ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,

411δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.

412ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι

413νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,

414οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο

415ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.

416ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,

417μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·

418ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,

419ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας

420κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.

421οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,

422Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις

423ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων

424βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις

425νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο

426χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.

427ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,

428ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·

429οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,

430κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε

431ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν

432οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα

433οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω

434θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.

435ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

436ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς

437ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς

438ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,

439σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.

440ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·

441τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·

442μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,

443ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.

444ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·

445λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε

446κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.

447ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς

448ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ

449νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,

450ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,

451καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.

452ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις

453ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.

454ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

455κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν

456νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.

457ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

458εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,

459ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,

460ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·

461οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.

462ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

463Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,

464ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.

465νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν

466ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·

467ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος

468καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

469Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

470τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.

471ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο

472καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

473διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

474σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;

475πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ

476ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;

477ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

478ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,

479ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν

480εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·

481οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς

482γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,

483οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.

484πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν

485Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν

486ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.

487ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·

488μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.

489βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,

490ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,

491ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.

492ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,

493ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.

494εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,

495ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,

496ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,

497οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.

498οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,

499τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ

500πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·

501εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·

502τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,

503οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.

504ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

505ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,

506αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο

507πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·

508αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης

509ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.

510ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,

511αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·

512Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.

513αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,

514οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,

515ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,

516πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.

517πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

518ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,

519ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,

520ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

521Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.

522κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.

523αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,

524Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,

525ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,

526ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες

527δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·

528κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν

529οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν

530δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν

531ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην

532καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.

533ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,

534μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν

535ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ

536οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ

537γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.

538ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο

539φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,

540γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.

541αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων

542ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.

543οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο

544νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,

545τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ

546τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.

547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.

548ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·

549τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,

550Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο

551τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.

552τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·

553Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες

554οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων

555οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,

556τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ

557ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο

558ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος

559αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων

560ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.

561ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς

562ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.

563ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας

564ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.

565ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·

566ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

567τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.

568ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,

569χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,

570ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,

571ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.

572τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα

573θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,

574τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι

575χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.

576καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,

577κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,

578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,

579δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·

580Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,

581Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

582καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα

583ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·

584στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·

585ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,

586τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ

587γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.

588δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,

589ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

590συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·

591τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,

592τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.

593καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα

594λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.

595ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε

596λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι

597ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·

598αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.

599αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς

600ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.

601τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,

602εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι

603τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,

604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.

605ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,

606πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,

607γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,

608δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.

609σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ

610χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,

611ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,

612ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.

613μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,

614ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.

615ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,

616καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

617διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

618ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,

619ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.

620Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν

621εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ

622δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.

623καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον

624φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·

625τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·

626Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.

627ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,

628αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι

629ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.

630καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,

631Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·

632ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν

633ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,

634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου

635ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.

636αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους

637αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

638οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

639τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,

640πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.