The Greek Library Author

Homer

Ὀδύσσεια

Book 7

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 7

1ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,

2κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.

3ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,

4στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς

5ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης

6ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.

7αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ

8γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,

9τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·

10Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν

11Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·

12ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.

13ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

14καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη

15πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,

16μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας

17κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.

18ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,

19ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,

20παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.

21στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·

22ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο

23Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;

24καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω

25τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα

26ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.

27τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·

28τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,

29δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.

30ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,

31μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.

32οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,

33οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.

34νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι

35λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·

36τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.

37ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη

38καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

39τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν

40ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη

41εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν

42θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.

43θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας

44αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ

45ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

46ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,

47τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·

48οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις

49πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας

50δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ

51τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων

52ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.

53δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·

54Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων

55τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.

56Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων

57γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,

58ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,

59ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.

60ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·

61τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα

62Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·

63Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.

64τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων

65νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα

66Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,

67καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,

68ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.

69ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν

70ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο

71καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες

72δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.

73οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·

74ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.

75εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,

76ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

77οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

78ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη

79πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,

80ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,

81δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς

82Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ

83ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.

84ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης

85δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.

86χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,

87ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·

88χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·

89σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,

90ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.

91χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,

92οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι

93δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,

94ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.

95ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,

96ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι

97λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.

98ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο

99πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.

100χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν

101ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,

102φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.

103πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες

104αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,

105αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν

106ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·

107καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.

108ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν

109νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες

110ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη

111ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.

112ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων

113τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.

114ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,

115ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

116συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.

117τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει

118χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ

119Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

120ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,

121αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.

122ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,

123τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ

124τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,

125ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν

126ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.

127ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον

128παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·

129ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα

130σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι

131πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

132τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

133ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.

134αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,

135καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.

136εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας

137σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,

138ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

139αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς

140πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,

141ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.

142ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,

143καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.

144οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·

145θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·

146Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,

147σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας

148τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν

149ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος

150κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·

151αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι

152θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.

153ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν

154πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

155ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,

156ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν

157καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·

158ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

159Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,

160ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,

161οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.

162ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου

163εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον

164οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ

165σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·

166δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.

167αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,

168χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

169ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,

170υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,

171ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.

172χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

173καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,

174νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

175σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

176εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

177αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.

178καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·

179Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

180πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ

181σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.

182ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

183νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.

184αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,

185τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·

186κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες

187ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

188νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·

189ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες

190ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν

191ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς

192μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης

193πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται

194χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,

195μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,

196πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα

197πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι

198γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.

199εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,

200ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.

201αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς

202ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,

203δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.

204εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,

205οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,

206ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.

207τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

208Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε

209ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

210οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.

211οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν

212ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.

213καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,

214ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

215ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·

216οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο

217ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ

218καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,

219ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ

220ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων

221ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

222ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,

223ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης

224καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν

225κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

226ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον

227πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

228αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,

229οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

230αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

231πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς

232ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.

233τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·

234ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα

235καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·

236καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

237ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·

238τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;

239οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;

240τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

241ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι

242κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·

243τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.

244Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·

245ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ

246ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ

247μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.

248ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων

249οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ

250Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

251ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

252αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης

253ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

254νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

255ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα

256ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

257θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·

258ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

259ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ

260δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·

261ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

262καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι

263Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.

264πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,

265σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,

266οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

267ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,

268ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα

269γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ

270δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ

271πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,

272ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,

273ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα

274εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.

275τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε

276νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ

277ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.

278ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,

279πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·

280ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον

281ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,

282λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.

283ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ

284ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο

285ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα

286ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.

287ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ

288εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.

289δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.

290ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς

291παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·

292τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,

293ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα

294ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.

295ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον

296καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.

297ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.

298τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

299ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε

300παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν

301ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.

302τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

303ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·

304ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,

305ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,

306μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·

307δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.

308τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

309ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ

310μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.

311αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

312τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,

313παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι

314αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,

315εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει

316Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

317πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,

318αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ

319λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι

320πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,

321εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,

322τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο

323λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν

324ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.

325καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν

326ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.

327εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται

328νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.

329ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

330εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

331Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα

332Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν

333ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.

334ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

335κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν

336δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

337πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας

338χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

339αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·

340αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,

341ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·

342ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.

343ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

344ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

345τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·

346Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,

347πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.