The Greek Library Author

Homer

Ὀδύσσεια

Book 2

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 2

1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

2ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς

3εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,

4ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

5βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.

6αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

7κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.

8οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.

9αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

10βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,

11οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

12θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.

13τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·

14ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.

15τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,

16ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.

17καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι

18Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,

19Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ

20ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.

21τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,

22Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.

23ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.

24τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·

25κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

26οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος

27ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.

28νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει

29ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;

30ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,

31ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;

32ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;

33ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ

34Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.

35ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,

36οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,

37στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ

38κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.

39πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·

40ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,

41ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.

42οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,

43ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,

44οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,

45ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ

46δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν

47τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·

48νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα

49πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.

50μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,

51τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,

52οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι

53Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,

54δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·

55οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

56βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας

57εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον

58μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,

59οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

60ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα

61λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.

62ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.

63οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς

64οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,

65ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,

66οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,

67μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.

68λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,

69ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·

70σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ

71τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς

72δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,

73τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,

74τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη

75ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.

76εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·

77τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ

78χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·

79νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.

80ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

81δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.

82ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη

83Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·

84Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·

85Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες

86ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.

87σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,

88ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.

89ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,

90ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

91πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ

92ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.

93ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

94στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

95λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·

96κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

97μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

98ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,

99Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν

100μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,

101μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.

102αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

103ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

104ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

105νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

106ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·

107ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

108καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,

109καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

110ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·

111σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς

112αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·

113μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι

114τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.

115εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,

116τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη

117ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς

118κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,

119τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,

120Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·

121τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ

122ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.

123τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,

124ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν

125ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ

126ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.

127ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,

128πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.

129τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

130Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι

131ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,

132ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν

133Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.

134ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων

135δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς

136οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων

137ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.

138ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,

139ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας

140ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.

141εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον

142ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,

143κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,

144αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.

145νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.

146ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς

147ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.

148τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο

149πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·

150ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,

151ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,

152ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·

153δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς

154δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.

155θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·

156ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.

157τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

158Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο

159ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·

160ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·

161κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

162μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·

163τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς

164δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη

165ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει

166πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,

167οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν

168φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ

169παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.

170οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·

171καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,

172ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον

173Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.

174φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,

175ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ

176οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

177τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·

178ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν

179οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·

180ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.

181ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο

182φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς

183ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ

184ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,

185οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,

186σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.

187ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

188αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς

189παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,

190αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,

191πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·

192σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ

193τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.

194Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·

195μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·

196οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα

197πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.

198οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν

199μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,

200οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,

201οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,

202μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.

203χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα

204ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς

205ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα

206εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας

207ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.

208τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

209Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,

210ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·

211ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.

212ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,

213οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.

214εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

215νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,

216ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω

217ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·

218εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,

219ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·

220εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,

221νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν

222σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω

223πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.

224ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη

225Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,

226καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,

227πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·

228ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

229κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

230μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω

231σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,

232ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·

233ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο

234λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.

235ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω

236ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·

237σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως

238οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.

239νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες

240ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι

241παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.

242τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·

243Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες

244ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ

245ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.

246εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν

247δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς

248ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,

249οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,

250ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,

251εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.

252ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,

253τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,

254οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.

255ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων

256πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.

257ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.

258οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,

259μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.

260Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

261χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·

262κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ

263καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον

264νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο

265ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,

266μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.

267ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

268Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,

269καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

270Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,

271εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,

272οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·

273οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.

274εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,

275οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.

276παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,

277οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.

278ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,

279οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,

280ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.

281τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε

282ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·

283οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,

284ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.

285σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·

286τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,

287ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.

288ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,

289ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,

290οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,

291δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους

292αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες

293πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·

294τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,

295ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.

296ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν

297Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

298βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,

299εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,

300αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.

301Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,

302ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

303Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο

304ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,

305ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.

306ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,

307νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι

308ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.

309τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

310Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν

311δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.

312ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ

313κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;

314νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων

315πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,

316πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,

317ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.

318εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,

319ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων

320γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.

321ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο

322ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.

323οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.

324ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

325ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.

326ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος

327ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·

328ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,

329ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,

330ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.

331ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·

332τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς

333τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;

334οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·

335κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε

336τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.

337ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς

338εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο

339ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·

340ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο

341ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,

342ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς

343οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.

344κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,

345δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ

346ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,

347Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.

348τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·

349μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον

350ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις

351κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι

352διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

353δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.

354ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·

355εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.

356αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·

357ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ

358μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.

359εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

360νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.

361ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,

362καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

363τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα

364ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν

365μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης

366διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.

367οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,

368ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.

369ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ

370πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.

371τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

372θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.

373ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,

374πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,

375ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,

376ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.

377ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.

378αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

379αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,

380ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.

381Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.

382ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

383Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,

384καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,

385ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.

386ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν

387ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.

388δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,

389καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ

390ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.

391στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι

392ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.

393ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

394βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·

395ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,

396πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.

397οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν

398ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.

399αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη

400ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,

401Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·

402Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι

403ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·

404ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.

405ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη

406καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

407αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

408εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.

409τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

410δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη

411ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,

412οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.

413ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.

414οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ

415κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.

416ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,

417νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς

418ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,

419ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.

420τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

421ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.

422Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

423ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.

424ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

425στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,

426ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.

427ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα

428στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·

429ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

430δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν

431στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,

432λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,

433ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.

434παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.