Ὀδύσσεια
Book 23
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 23
1γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
2δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
3γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
4στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
5ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
6ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
7ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
8μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
9κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
10τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
11μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
12ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
13καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
14οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
15τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
16ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
17ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
18οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
19ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
20ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
21εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
22ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
23τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
24αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
25τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
26οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
27ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
28ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
29Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
30ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
31ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
32ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
33γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
34καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
35εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
36εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
37ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
38μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
39τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
40οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
41κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
42ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
43πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
44Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
45εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
46ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
47κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
48νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
50ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
51πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
52ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
53ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
54νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
55ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
56καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
57μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
58τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
59μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
60οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
61πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
62ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
63ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
64ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
65οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
66οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
67τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
68ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
69τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
70τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
71ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
72οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
73ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
74οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
75τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
76εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
77οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
78ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
79αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
80τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
81μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
82δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
83ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
84ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
85ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
86ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
87ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
88ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
89ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
90τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
91ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
92ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
93ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
94ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
95ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
96Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
97μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
98τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
99ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
100οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
101ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
102ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
103σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
104τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
105τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
106οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
107οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
108ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
109γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
110σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
111ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
112αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
113Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
114πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
115νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
116τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
117ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
118καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
119ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
120φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
121ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
122κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
123τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
124αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
125μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
126ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
127ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
128ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
129τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
130τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
131πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
132δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
133αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
134ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
135ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
136ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
137μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
138ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
139ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
140φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
141ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
142πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
143ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
144φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
145μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
146τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
147ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
148ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
149ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
150σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
151εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
152ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
153αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
154Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
155ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
156αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
157μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
158οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
159ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
160ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
161τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
162ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
163ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
164ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
165ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
166δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
167κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
168οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
169ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
170ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
171ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
172λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
173τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
174δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
175οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
176ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
177ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
178ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
179ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
180κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
181ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
182ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
183ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
184τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
185καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
186ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
187ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
188ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
189ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
190θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
191ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
192τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
193πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
194κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
195καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
196κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
197εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
198ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
199ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
200δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
201ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
202οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
203ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
204ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
205ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
206σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
207δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
208δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
209μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
210ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
211οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
212ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
213αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
214οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
215αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
216ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
217ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
218οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
219ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
220εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
221ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
222τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
223τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
224λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
225νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
226εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
227ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
228Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
229ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
230πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
231ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
232κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
233ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
234ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
235ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
236παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
237νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
238ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
239ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
240δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
241καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
242εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
243νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
244ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
245ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
246Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
247καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
248ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
249ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
250πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
251ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
252ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
253νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
254ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
255ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
256τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
257εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
258σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
259οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
260ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
261εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
262πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
263τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
264δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
265εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
266οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
267χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
268ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
269εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
270ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
271οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
272οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
273σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
274ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
275φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
276καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
277ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
278ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
279οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
280ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
281πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
282ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
283γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
284ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
285τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
286εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
287ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
288ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
289τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
290ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
291αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
292γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
293τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
294ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
295ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
296ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
297αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
298παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
299αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
300τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
301τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
302ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
303ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
304οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
305ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
306αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
307ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
308πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
309πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
310ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
311ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
312ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
313ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
314ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
315καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
316ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
317πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
318ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
319οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
320πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
321καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
322ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
323ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
325μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
326ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
327ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
328Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
329ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
330ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
331Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
332πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
333ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
334ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
335ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
336θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
337ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
338ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
339οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
340καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
341χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
342τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
343λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
344ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
345ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
346εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
347αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
348ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
349εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
350ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
351ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
352κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
353ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
354νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
356μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
357πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
358δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
359ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
360ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
361σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
362αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
363ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
364εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
365ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
366ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
367ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
368πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
369οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
370ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
371ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
372νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.