The Greek Library Author

Homer

Ὀδύσσεια

Book 21

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 21

1τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

2κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,

3τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

4ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

5κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,

6εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ

7καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.

8βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

9ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

10χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.

11ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη

12ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,

13δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας

14Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.

15τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν

16οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς

17ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·

18μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν

19νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.

20τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς

21παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.

22Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο

23δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·

24αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,

25ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,

26φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,

27ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,

28σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,

29τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,

30ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.

31τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,

32τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ

33κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.

34τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,

35ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ

36γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν

37Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,

38ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς

39ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν

40ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο

41κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.

42ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν

43οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

44ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

45ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,

46αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

47ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας

48ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος

49βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα

50πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.

51ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ

52ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.

53ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον

54αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.

55ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,

56κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.

57ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

58βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς

59τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

60ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.

61τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος

62κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.

63ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

64στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

65ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.

66ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

67αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·

68κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα

69ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ

70ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην

71μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,

72ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

73ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.

74θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·

75ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι

76καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

77τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

78κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,

79τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.

80ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,

81τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

82δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·

83κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.

84Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

85νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,

86ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

87θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως

88κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.

89ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

90κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,

91μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω

92ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.

93οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν

94οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,

95καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.

96ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

97νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.

98ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν

99ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα

100ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.

101τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

102ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·

103μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,

104ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·

105αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.

106ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,

107οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,

108οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·

109οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·

110καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;

111ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου

112δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.

113καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·

114εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,

115οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ

116λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην

117οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.

118ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

119ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.

120πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας

121πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

122ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,

123ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.

124στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

125τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,

126τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,

127νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

128καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,

129ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

130τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·

131ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,

132ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα

133ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

134ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,

135τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.

136ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,

137κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

138αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,

139ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

140τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

141ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,

142ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.

143ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.

144Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,

145ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν

146ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ

147ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·

148ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.

149στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,

150οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων

151ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

152ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.

153πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει

154θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι

155τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ

156ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.

157νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ

158γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.

159αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,

160ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων

161μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα

162γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.

163ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

164κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

165αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,

166ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

167Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

168Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

169δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—

170εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει

171θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

172οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ

173οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·

174ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.

175ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·

176ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,

177πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,

178ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,

179ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,

180τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

181ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,

182πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,

183ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·

184τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο

185ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.

186Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,

187ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.

188τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω

189βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·

190ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.

191ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,

192φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·

193βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,

194ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.

195ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι

196ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;

197ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;

198εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.

199τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

200Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,

201ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·

202γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

203ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι

204νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

205αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,

206ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

207ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

208ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

209γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

210οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα

211εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.

212σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

213εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

214ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω

215οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα

216Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.

217εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

218ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,

219οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι

220Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

221ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.

222τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,

223κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,

224καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους

225ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.

226καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

227εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·

228παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται

229ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.

230ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,

231πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·

232ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,

233οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·

234ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον

235ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ

236κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,

237ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

238ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

239προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

240σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς

241κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.

242ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·

243ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·

244ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.

245Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,

246θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς

247ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·

248ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

249ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·

250οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·

251εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ

252ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·

253ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν

254ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι

255τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.

256τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

257Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.

258νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

259ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι

260κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας

261ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,

262ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

263ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

264ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

265ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,

266αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,

267ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ

268τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

269ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.

270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

271κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

272νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

273οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,

274τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·

275κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·

276ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

277Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα

278λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

279νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·

280ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.

281ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν

282χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν

283ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,

284ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.

285ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,

286δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.

287Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

288ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·

289οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν

290δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις

291μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος

292ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

293οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους

294βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.

295οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,

296ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,

297ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,

298μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·

299ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε

300ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ

301ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς

302ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.

303ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,

304οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.

305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον

306ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις

307ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ

308εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,

309πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος

310πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.

311τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

312Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

313ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·

314ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

315ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,

316οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

317οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·

318μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων

319ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

320τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

321κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,

322οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·

323ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,

324μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν

325ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν

326μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·

327ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν

328ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.

329ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.

330τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

331Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον

332ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν

333ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;

334οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,

335πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.

336ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.

337ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

338εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,

339ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

340δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,

341καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,

342πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.

343τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

344μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο

345κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,

346οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,

347οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·

348τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι

349καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.

350ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,

351ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

352ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει

353πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.

354ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·

355παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.

356ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

357κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

358ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

359αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

360μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·

361ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

362πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,

363πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται

364οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων

365ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.

366ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,

367δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.

368Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·

369ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις

370μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,

371βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.

372αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,

373μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·

374τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι

375ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.

376ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν

377μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο

378Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης

379ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.

380ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·

381Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,

382κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.

383ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

384ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

385προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

386ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,

387κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.

388σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,

389κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.

390κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης

391βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·

392ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,

393εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα

394πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,

395μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.

396ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

397ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·

398ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται

399ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ

400νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.

401ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·

402αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν

403ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.

404ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,

405αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,

406ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς

407ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,

408ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

409ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

410δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·

411ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.

412μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς

413ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·

414γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

415ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·

416εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ

417γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης

418κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.

419τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,

420αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν

421ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων

422πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε

423ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·

424Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει

425ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον

426δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,

427οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.

428νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι

429ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι

430μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.

431ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ

432Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

433ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ

434πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.