The Greek Library Author

Homer

Ὀδύσσεια

Book 24

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 24

1Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο

2ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν

3καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει

4ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

5τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.

6ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο

7τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν

8ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,

9ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν

10Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.

11πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,

12ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων

13ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,

14ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

15εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος

16καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

17Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

18τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο

19ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ

20ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

21ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ

22οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

23τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·

24Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ

25ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,

26οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες

27δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.

28ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν

29μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.

30ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,

31δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·

32τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,

33ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·

34νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.

35τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·

36ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

37ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι

38κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,

39μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης

40κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

41ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν

42παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.

43αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,

44κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν

45ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ

46δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.

47μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν

48ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει

49θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·

50καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,

51εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,

52Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

53ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

54ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·

55μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν

56ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.

57ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·

58ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος

59οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.

60Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ

61θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας

62Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.

63ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ

64κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·

65ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ

66μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.

67καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ

68καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ

69τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,

70πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει

71αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,

72ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,

73οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ

74χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον

75φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.

76ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,

77μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,

78χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων

79τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.

80ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον

81χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων

82ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,

83ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη

84τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.

85μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα

86θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.

87ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας

88ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος

89ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·

90ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,

91οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,

92ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.

93ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ

94πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,

95αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;

96ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον

97Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.

98ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

99ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,

100ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,

101τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.

102ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

103παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·

104ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.

105τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

106Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε

107πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως

108κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.

109ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,

110ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;

111ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου

112βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,

113ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;

114εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.

115ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,

116ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ

117Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;

118μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,

119σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.

120τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·

121Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

122μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·

123σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,

124ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.

125μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·

126ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,

127ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,

128ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

129στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

130λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·

131κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

132μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

133ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,

134Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν

135μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,

136μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,

137αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

138ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

139ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

140νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

141ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·

142ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

143μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

144καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,

145καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

146ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.

147εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,

148πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,

149καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων

150ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.

151ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

152ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·

153τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε

154ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς

155ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.

156τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,

157πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι

158σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·

159οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα

160ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,

161ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.

162αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι

163βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·

164ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,

165σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας

166ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,

167αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε

168τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,

169ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.

170οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο

171νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.

172ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,

173ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι

174τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·

175Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.

176αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,

177ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,

178στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς

179δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.

180αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,

181ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.

182γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·

183αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ

184κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς

185κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.

186ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν

187σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·

188οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,

189οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων

190κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.

191τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

192ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,

193ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.

194ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,

195κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,

196ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται

197ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν

198ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,

199οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,

200κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ

201ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει

202θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.

203ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

204ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·

205οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο

206καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς

207Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.

208ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,

209ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον

210δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.

211ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα

212ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.

213ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·

214ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,

215δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·

216αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,

217αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,

218ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.

219ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.

220οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς

221ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.

222οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,

223οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε

224αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος

225ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.

226τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,

227λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα

228ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας

229κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,

230χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν

231αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.

232τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς

233γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,

234στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.

235μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

236κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα

237εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,

238ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

239ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

240πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.

241τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

242ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·

243τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·

244ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν

245ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,

246οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,

247οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.

248ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ

249αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας

250λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.

251οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,

252οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι

253εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.

254τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,

255εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.

256ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

257τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;

258καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,

259εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν

260οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,

261οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα

262εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον

263ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν

264ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.

265ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

266ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ

267ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος

268ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·

269εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε

270Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.

271τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,

272ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,

273καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.

274χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,

275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,

276δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,

277τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,

278χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,

279τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.

280τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·

281ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,

282ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·

283δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·

284εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,

285τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε

286καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.

287ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

288πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον

289σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,

290δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης

291ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου

292θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ

293κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·

294οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,

295κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,

296ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

297καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·

298τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

299ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο

300ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας

301νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;

302τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

303τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.

304εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,

305υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·

306αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων

307πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·

308νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.

309αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,

310ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,

311δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,

312δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,

313χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει

314μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.

315ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

316ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

317χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.

318τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη

319δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.

320κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·

321κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,

322ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

323ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.

324ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·

325μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,

326λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.

327τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·

328εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,

329σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.

330τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

331οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,

332τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι

333οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ

334ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην

335δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.

336εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν

337εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα

338παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν

339ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.

340ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,

341συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας

342δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος

343ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—

344ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.

345ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

346σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.

347ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ

348εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.

349αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

350ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·

351Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

352εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.

353νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες

354ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ

355πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.

356τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

357θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

358ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·

359ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

360προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.

361ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.

362οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,

363εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

364ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.

365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ

366ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,

367ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη

368ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,

369μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

370ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,

371ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·

372καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

373ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων

374εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.

375τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·

376αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

377οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,

378ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,

379τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,

380τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν

381ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα

382πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.

383ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.

384οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·

386ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ

387ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,

388ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν

389μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα

390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.

391οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,

392ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς

393μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·

394ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·

395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες

396μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.

397ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας

398ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,

399καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

400ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν

401οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,

402οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

403καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,

404ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια

405νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.

406τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

407ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;

408ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.

409ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα

410δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,

411ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

412ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·

413Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,

414μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.

415οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος

416μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,

417ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

418τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

419πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·

420αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.

421αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

422τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·

423παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,

424Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·

425τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·

426ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·

427τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς

428ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·

429τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,

430ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι

431ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,

432ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·

433λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

434εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας

435τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο

436ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.

437ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.

438ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.

439ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς

440ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,

441ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.

442τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·

443κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς

444ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·

445αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ

446ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.

447ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος

448φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων

449θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.

450ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.

451τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

452Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

453ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·

454κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

455ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·

456οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,

457ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,

458οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,

459κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν

460ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.

461καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·

462μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.

463ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ

464ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·

465οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει

466πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.

467αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

468ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.

469τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·

470φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν

471ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.

472αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·

473ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,

474εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;

475ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν

476τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;

477τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

478τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;

479οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

480ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

481ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.

482ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,

483ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,

484ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο

485ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων

486ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.

487ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

488βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.

489οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,

490τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·

491ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.

492ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·

493στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·

494αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·

495οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.

496ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,

497τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·

498ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,

499καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.

500αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

501ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.

502τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη

503Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

504τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·

505αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·

506Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,

507ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,

508μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ

509ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.

510τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

511ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ

512οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.

513ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·

514τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·

515υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.

516τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

517ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,

518εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,

519αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.

520ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη

521εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,

522αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

523καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.

524ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,

525δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

526ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,

527τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

528καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,

529εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

530ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.

531ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,

532ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.

533ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·

534τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,

535πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·

536πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.

537σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,

538οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.

539καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,

540κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.

541δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·

542διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

543ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,

544μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.

545ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.

546ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν

547Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

548Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.