The Greek Library Author

Homer

Ὀδύσσεια

Book 5

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 5

1Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο

2ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·

3οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι

4Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.

5τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος

6μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·

7Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

8μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω

9σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,

10ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·

11ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο

12λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.

13ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων

14νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ

15ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·

16οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

17οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

18νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν

19οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν

20ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.

21τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

22τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

23οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

24ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

25Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,

26ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,

27μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.

28ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·

29Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,

30νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,

31νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται

32οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·

33ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων

34ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,

35Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,

36οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,

37πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,

38χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,

39πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,

40εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.

41ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

42οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.

43ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

44αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,

45ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν

46ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.

47εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,

48ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.

49τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.

50Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·

51σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,

52ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο

53ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·

54τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.

55ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,

56ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε

57ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη

58ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.

59πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ

60κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει

61δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ

62ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.

63ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,

64κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.

65ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,

66σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι

67εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.

68ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο

69ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.

70κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,

71πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.

72ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου

73θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν

74θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.

75ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.

76αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,

77αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην

78ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·

79οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται

80ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.

81οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,

82ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,

83δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.

84πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.

85Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,

86ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·

87τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας

88αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

89αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

90εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

91ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

92ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν

93ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.

94αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.

95αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,

96καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

97εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι

98νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.

99Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·

100τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ

101ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν

102ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.

103ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο

104οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.

105φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,

106τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο

107εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν

108οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,

109ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.

110ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

111τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.

112τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·

113οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,

114ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

115οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.

116ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,

117καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·

118σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,

119οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι

120ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.

121ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,

122τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,

123ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ

124οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.

125ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,

126ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ

127νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος

128Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.

129ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.

130τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα

131οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ

132Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

133ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

134τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.

135τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον

136θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.

137ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο

138οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,

139ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,

140πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·

141οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

142οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

143αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,

144ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.

145τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

146οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,

147μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.

148ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·

149ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη

150ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.

151τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε

152δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν

153νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.

154ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ

155ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·

156ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων

157δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων

158πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.

159ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·

160κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν

161φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.

162ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ

163εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς

164ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.

165αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν

166ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,

167εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,

168ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,

169αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

170οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.

171ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

172καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

173ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,

174ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,

175δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι

176ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.

177οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,

178εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι

179μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

180ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,

181χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

182ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,

183οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.

184ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε

185καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

186ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

187μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

188ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ

189αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·

190καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ

191θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.

192ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων

193καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.

194ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,

195καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη

196Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,

197ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·

198αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,

199τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.

200οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

201αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,

202τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·

203διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

204οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν

205αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.

206εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα

207κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,

208ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις

209ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι

210σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.

211οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,

212οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν

213θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.

214τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

215πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς

216πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια

217εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·

218ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.

219ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα

220οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.

221εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,

222τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·

223ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα

224κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.

225ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·

226ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο

227τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.

228ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

229αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,

230αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

231λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ

232καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.

233καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·

234δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,

235χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ

236στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·

237δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο

238νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,

239κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,

240αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.

241αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,

242ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,

243αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.

244εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,

245ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.

246τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·

247τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,

248γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.

249ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ

250φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,

251τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.

252ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,

253ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.

254ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·

255πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.

256φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι

257κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.

258τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,

259ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.

260ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,

261μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.

262τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·

263τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,

264εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.

265ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο

266τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα

267κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·

268οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

269γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.

270αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως

271ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν

272Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην

273Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,

274ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,

275οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·

276τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,

277ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.

278ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,

279ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα

280γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·

281εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.

282τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων

283τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ

284πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,

285κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

286ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως

287ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,

288καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα

289ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.

290ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.

291ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον

292χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας

293παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε

294γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.

295σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς

296καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.

297καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

298ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

299ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;

300δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,

301ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,

302ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

303οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν

304Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι

305παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.

306τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο

307Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.

308ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν

309ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα

310Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.

311τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·

312νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.

313ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης

314δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.

315τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ

316ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν

317δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,

318τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.

319τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη

320αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·

321εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.

322ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην

323πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.

324ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,

325ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,

326ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.

327τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.

328ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας

329ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,

330ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·

331ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,

332ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.

333τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,

334Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,

335νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.

336ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,

337αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,

338ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·

339κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων

340ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;

341οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.

342ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·

343εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι

344κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου

345γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.

346τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι

347ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.

348αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,

349ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον

350πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.

351ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,

352αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα

353αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.

354αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,

355ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

356ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε

357ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.

358ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν

359γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.

360ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·

361ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,

362τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·

363αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,

364νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.

365ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

366ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,

367δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.

368ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ

369καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·

370ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς

371ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,

372εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.

373αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,

374αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,

375νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,

376κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

377οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,

378εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.

379ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.

380ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,

381ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.

382αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.

383ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,

384παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·

385ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,

386ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη

387διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

388ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ

389πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.

390ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,

391καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

392ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν

393ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.

394ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ

395πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,

396δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,

397ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,

398ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,

399νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.

400ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,

401καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·

402ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο

403δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·

404οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.

405ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·

406καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

407ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

408ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι

409Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,

410ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·

411ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα

412βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,

413ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι

414στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·

415μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ

416κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.

417εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω

418ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,

419δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα

420πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,

421ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων

422ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·

423οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.

424ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

425τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.

426ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,

427εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·

428ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,

429τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.

430καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις

431πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.

432ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο

433πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,

434ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν

435ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.

436ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,

437εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.

438κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,

439νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι

440ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.

441ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο

442ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,

443λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,

444ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·

445κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,

446φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.

447αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν

448ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν

449σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.

450ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.

451ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,

452πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν

453ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε

454χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.

455ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ

456ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος

457κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.

458ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

459καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.

460καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,

461ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ

462δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς

463σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.

464ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

465ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;

466εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,

467μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση

468ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·

469αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.

470εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην

471θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη

472ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,

473δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.

474ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·

475βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν

476ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,

477ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.

478τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,

479οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,

480οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ

481ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς

482δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν

483εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,

484ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι

485ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.

486τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,

487ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.

488ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ

489ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,

490σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,

491ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη

492ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα

493δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.