Ὀδύσσεια
Book 16
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 16
1τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
2ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
3ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
4Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
6σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
7αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
8Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
9ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
10ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
11οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
12ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
13ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
14κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
15κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
16χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
17ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
18ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
19μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
20ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
21πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
22καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
23ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
24ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
25ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
26τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
27οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
28ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
29ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
30τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
31ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
32ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
33ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
34ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
35χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
36τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
37καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
38σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
39φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
40ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
41αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
42τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
43Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
44ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
45σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
46ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
47χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
48ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
49τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
50ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
51σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
52ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
53αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
54οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
56δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
57ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
58ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
59οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
60τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
61τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
62ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
63φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
64πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
65νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
66ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
67ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
68τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
69Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
70πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
71αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
72ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
73μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
74ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
75εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
76ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
77μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
78ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
79ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
80δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
81πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
82εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
83εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
84ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
85κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
86ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
87μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
88πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
89ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
90τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
91ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
92ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
93οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
94ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
95εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
96ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
97ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
98μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
99αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
100ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
102αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
103εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
104ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
105εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
106βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
107τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
108ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
109ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
110καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
111μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
112τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
113τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
114οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
115οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
116μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
117ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
118μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
119μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
120μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
121τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
122ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
123Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
124ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
125τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
126ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
127ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
128οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
129ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
130ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
131εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
132αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
133οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
134πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
135τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
136γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
137ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
138ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
139δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
140ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
141πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
142αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
143οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
144οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
145ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
146τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
147ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
148εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
149πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
150ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
151πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
152ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
153κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
154ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
155δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
156λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
157ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
158καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
159στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
160οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
161οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
162ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
163κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
164ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
165ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
166στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
167διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
168ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
169ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
170ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
171δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
172ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
173φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
174θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
175ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
176κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
177ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
178ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
179ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
180καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
181ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
182ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
183ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
184ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
186τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
187οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
188ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
189πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
190ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
191δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
192Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
193ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
194οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
195θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
196οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
197ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
198ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
199ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
200νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
201τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
202Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
203οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
204οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
205ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
206ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
207αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
208ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
209ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
210ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
211ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
212ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
213ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
214ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
215ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
216κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
217φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
218ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
219ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
220καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
221εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
222ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
223ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
224οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
225τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
226τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
227Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
228ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
229καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
230κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
231χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
232καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
233νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
234ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
235ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
236ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
237καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
238φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
239μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
240τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
241ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
242χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
243ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
244ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
245μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
246ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
247ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
248κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
249ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
250ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
251ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
252καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
253καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
254τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
256ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
257φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
258τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
259τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
260καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
261ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
262τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
263ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
264ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
265ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
266τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
267οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
268φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
269ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
270ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
271οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
272αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
273πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
274εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
275τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
276ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
277ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
278ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
279μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
280πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
281ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
282ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
283νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
284ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
285ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
286πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
287παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
288ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
289οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
290ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
291πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
292μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
293ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
294καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
295νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
296καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
297ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
298Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
299ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
300εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
301μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
302μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
303μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
304ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
305καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
306ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
307ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
308τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
309ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
310γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
311ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
312ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
313δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
314ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
315χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
316ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
317αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
318ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
319ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
320εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
321ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
322ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
323ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
324οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
325νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
326τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
327αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
328αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
329ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
330οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
331ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
332ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
333τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
334τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
335ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
336κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
337ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
338Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
339πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
340αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
341βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
342μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
343ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
344αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
345τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
346ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
347Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
348ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
349ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
350κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
351οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
352στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
353ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
354ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
355μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
356ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
357νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
358ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
359αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
360τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
361αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
362εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
363τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
364ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
365ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
366αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
367οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
368νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
369Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
370αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
371ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
372Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
373τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
374αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
375λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
376ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
377εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
378ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
379οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
380οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
381μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
382γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
383ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
384ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
385δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
386κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
387εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
388αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
389μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
390ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
391μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
392γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
393ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
394τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
395Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
396ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
397ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
398ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
399ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
400ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
401Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
402κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
403εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
404αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
405εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
406ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
407αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
408ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
409ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
410μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
411πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
412κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
413βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
414ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
415στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
416ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
417Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
418Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
419ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
420βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
421μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
422ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
423μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
424ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
425δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
426οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
427ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
428τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
429ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
430ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
431τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
432παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
433ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
434τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
435κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
436θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
437οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
438ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
439ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
440ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
441αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
442ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
443πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
444ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
445τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
446ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
447ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
448ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
449ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
450κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
451ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
452ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
453ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
454σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
455ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
456ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
457λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
458γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
459ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
460τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
461ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
462ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
463ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
464τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
465οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
466ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
467ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
468ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
469κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
470ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
471ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
472ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
473ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
474βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
475καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
476ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
477ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
478οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
479δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
480αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
481κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.