Ὀδύσσεια
Book 17
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 17
1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
3Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
4εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
5ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
6ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
7ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
8κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
9πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
10τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
11δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
12πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
13ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
14ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
15ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
16τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
17ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
18πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
19δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
20οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
21ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
22ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
23αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
24αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
25στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
26ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
27κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
28αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
29ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
30αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
31τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
32κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
33δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
34δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
35καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
36ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
37Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
38ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
39κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
40καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
41ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
42ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
43λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
44ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
45τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
46μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
47ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
48ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
49εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
50εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
51ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
52αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
53ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
54τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
55Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
56ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
57ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
58ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
59εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
60ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
61Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
62ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
63θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
64τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
65ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
66ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
67αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
68ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
69οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
70ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
71τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
72ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
73Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
74τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
75Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
76ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
77τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
78Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
79εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
80λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
81αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
82εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
83δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
84ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
85αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
86χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
87ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
88τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
89ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
90ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
91χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
92καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
93νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
94σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
95εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
96μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
97κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
98οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
99αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
100τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
101Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
102λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
103αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
104ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
105πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
106νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
107τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
108τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
109ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
110δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
111ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
112ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
113ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
114αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
115ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
116ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
117ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
118ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
119Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
120εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
121ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
122αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
123καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
124ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
125ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
126ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
127νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
128κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
129βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
130ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
131ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
132αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
133τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
134ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
135κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
136τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
137πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
138ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
139ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
140ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
141τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
142φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
143νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
144ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
145οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
146οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
147ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
148ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
149ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
150ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
151τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
152ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
153ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
154ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
155ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
156ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
157ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
158ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
159ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
160τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
161ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
162τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
163αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
164τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
165ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
166ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
167μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
168δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
169ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
170ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
171πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
172καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
173ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
174κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
175ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
176οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
177ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
178αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
179χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
180οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
181ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
182δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
183ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
184τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
185ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
186σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
187αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
188ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
189νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
190ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
191ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
192τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
193γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
194ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
195δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
196σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
197ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
198πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
199Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
200τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
201ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
202πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
203σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
204ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
206τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
207τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
208ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
209πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
211νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
212ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
213αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
214δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
215τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
216ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
217νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
218ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
219πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
220πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
221ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
222αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
223τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
224σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
225καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
226ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
227ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
228βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
229ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
230αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
231πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
232πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
233ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
234ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
235ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
236ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
237ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
238ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
239νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
240νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς
241ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
242ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
243ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
244τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
245τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
246ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
247τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
248ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
249τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
250ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
251αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
252σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
253ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
254ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
255αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
256αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
257ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
258τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
259σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
260ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
261στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
262φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
263Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
264Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
265ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
266ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
267τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
268δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
269γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
270ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
271ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
272τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
273ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
274ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
275ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
276δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
277εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
278μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
279ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
280τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
281γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
282ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
283οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
284τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
285κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
286γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
287οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
288τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
289πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
290ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
291ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
292Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
293θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
294ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
295αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
296δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
297ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
298ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
299δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
300ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
301δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
302οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
303ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
304ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
305ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
306Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
307καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
308εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
309ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
310γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
311τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
312καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
313εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
314οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
315αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
316οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
317κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
318νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
319ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
320δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
321οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
322ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
323ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
324ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
325βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
326Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
327αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
328τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
329ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
330νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
331κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
332δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
333τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
334ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
335μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
336ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
337πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
338σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
339ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
340κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
341ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
342Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
343ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
344καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
345δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
346αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
347αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
348ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
349ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
350Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
351αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
352αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
353τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
354Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
355καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
356ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
357αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
358ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
359εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
360μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
361ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
362ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
363γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
364ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
365βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
366πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
367οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
368ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
369τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
370κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
371τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
372ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
373αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
374ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
375ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
376ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
377πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
378ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
379ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
380τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
381Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
382τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
383ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
384μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
385ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
386οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
387πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
388ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
389δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
390οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
391ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
392τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
393σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
394Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
395μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
396ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
397Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
398ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
399μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
400δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
401μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
402δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
403ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
404αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
405τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
406Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
407εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
408καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
409ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
410κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
411οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
412σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
413αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
414στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
415δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
416ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
417τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
418σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
419καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
420ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
421τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
422ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
423οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
424ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
425ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
426Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
427στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
428ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
429αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
430ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
431οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
432αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
433πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
434αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
435οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
436ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
437χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
438φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
439στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
440ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
441τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
442αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
443Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
444ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
445τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
446τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
447στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
448μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
449ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
450ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
451μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
452ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
453τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
454ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
455οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
456ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
457σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
458ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
459καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
460νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
461ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
462ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
463πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
464ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
465ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
466ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
467θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
468κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
469ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
470οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
471ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
472βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
473αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
474οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
475ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
476Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
477τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
478ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
479μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
480ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
481ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
482ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
483Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
484οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
485καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
486παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
487ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
488ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
489Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
490βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
491ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
492τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
493βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
494αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
495τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
496εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
497οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
498τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
499μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
500Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
501ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
502ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
503ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
504οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
505ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
506ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
507ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
508ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
509ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
510εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
511ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
512τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
513εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
514οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
515τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
516ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
517ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
518ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
519ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
520τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
521ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
522φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
523Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
524ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
525προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
526ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
527ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
528τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
529ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
530οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
531ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
532αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
533σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
534οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
535βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
536εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
537μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
538οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
539εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
540αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
541ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
542σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
543αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
544ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
545οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
546τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
547πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
548ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
549αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
550ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
551ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
552ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
553ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
554μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
555ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
556εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
557ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
558χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
559γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
560τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
561Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
562κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
563οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
564ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
565τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
566καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
567οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
568οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
569τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
570μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
571καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
572ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
573λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
574ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
575τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
576οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
577ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
578αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
579τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
580μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
581ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
582ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
583καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
584οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
585τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
586οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
587οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
588ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
589ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
590μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
591αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
592ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
593ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
594σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
595αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
596μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
597τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
598τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
599ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
600ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
601αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
602ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
603πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
604βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
605πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
606τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.