Ὀδύσσεια
Book 22
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 22
1αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
2ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
3ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
4αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
5οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
6νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
7εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
8ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
9ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
10χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
11ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
12μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
13μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
14οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
15τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
16ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
17ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
18βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
19αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
20ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
21σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
22μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
23ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
24πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
25οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
26νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
27ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
28ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
29καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
30κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
31ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
32ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
33ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
34τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
35ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
36δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
37δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
38αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
39οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
40οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
41νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
42ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
43πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
44Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
45εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
46ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
47πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
48ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
49Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
50οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
51ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
52ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
53αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
54νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
55σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
56ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
57τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
58χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
59ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
60τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
61Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
62ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
63οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
64πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
65νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
66ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
67ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
68ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
69τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
70ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
71ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
72οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
73ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
74φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
75ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
76ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
77ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
78τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
79ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
81σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
82ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
83ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
84φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
86καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
87θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
88λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
89Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
91εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
92Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
93ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
94δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
95Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
96αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
97ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
98φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
99βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
100ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
101ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
102καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
103αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
104καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
105τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
106οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
107μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
108ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
109βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
111καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
112βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
113αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
114ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
116αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
117τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
118βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
119αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
121ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
122αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
123κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
124ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
125εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
126ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
127ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
128ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
129τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
131τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
132ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
133καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
134τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
135τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
136οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
137αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
138καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
139ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
140ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
141τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
142ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
143εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
144ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
146βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
147καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
148ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
149μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
150αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
151Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
152νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
153τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
154ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
155αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
156κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
157ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
158καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
159ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
160ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
161βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
162οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
163αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
164διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
165κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
166ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
167ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
168ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
169πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
170τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
171ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
172σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
173σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
174ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
175σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
176κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
177ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
178ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
179βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
180ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
181τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
182εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
183τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
184τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
185Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
186δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
187τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
188κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
189σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
190εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
191υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
192σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
193κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
194τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
195νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
196εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
197οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
198λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
199αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
200ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
201τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
202βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
203ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
204τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
205τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
206Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
207τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
208Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
209ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
210ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
211μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
212πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
213Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
214μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
216ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
217ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
218ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
219αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
220κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
221τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
222ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
223οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
224ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
226οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
227οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
228εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
229πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
231πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
232ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
233ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
234ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
235Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
236ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
238ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
239αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
241μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
242Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
243Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
244οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
245ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
246τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
247τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
248ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
249καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
251τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
252ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
253δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
254τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
255ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
256ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
257τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
258βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
259ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
261τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
262ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
263μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
264ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
265ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
266ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
267Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
268Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
269οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
271τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
272αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
273ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
274τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
276ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
277Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
278λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
279Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
281τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
282μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
283ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
284Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
285Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
286βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
287ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
288εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
289μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
290τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
291ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
292ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
293οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
294Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
295δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
296ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
297δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
298ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
299οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
300τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
301ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
302οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
303ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
304ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
306γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
307ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
308τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
309κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
310Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
311καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
312γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
313οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
314εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
315παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
316ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
317τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
318αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
319κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
320τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
321εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
322πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
323τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
324σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
325τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
326ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
327κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
328κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
329φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
330Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
331Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
332ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
333ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
334ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
336Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
337ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
338ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
339γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
340ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
341μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
342αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
343καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
344γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
345αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
346πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
347αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
348παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
349ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
350καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
351ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
352πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
353ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
354ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
355αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
356ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
357καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
358οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
359εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
360ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
361ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
362πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
363ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
364αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην
365Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
366καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
367ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
368μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
369ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
370κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
371τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
372θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
373ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
374ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
375ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
376ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
377ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
378ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
379ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
381πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
382ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
383τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
384πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
385κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
386δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
387κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
388τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
389ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
390δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
391Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
392ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
393ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
394κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
395δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
396δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
397ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
398ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
399ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
400βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
401εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
403ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
404πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
405αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
406ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
407ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
408ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
409ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
410καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
411ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
412οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
413τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
414οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
415οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
416τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
417ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
418αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
419τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
420τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
421πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
422δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
423εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
424τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
425οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
426Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
427σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
428ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
429εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
430τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
431μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
432ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
433ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
434ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
435αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
436εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
437ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
438αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
439ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
440αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
441δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
442μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
443θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
444ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
445τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
446ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
447αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
448πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
449κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
450ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
451αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
452αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
453ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
454αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
455λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
457αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
459μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
460εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
461τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
462μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
463τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
464μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
465ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
467ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
468ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
469ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
470αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
471ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
472δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
473ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
474ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
475τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
476τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
477χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
478οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
479εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
480αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
481οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
482ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
483ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
484πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
485τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
486ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
487ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
488μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
489ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
490τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
491πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
492ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
493ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
494εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
495γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
496ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
497αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
498αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
499καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
500χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
501κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.