The Greek Library Author

Homer

Ὀδύσσεια

Book 6

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 6

1ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

2ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη

3βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,

4οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,

5ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,

6οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.

7ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,

8εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,

9ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,

10καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.

11ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,

12Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.

13τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,

14νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.

15βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη

16κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,

17Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,

18πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,

19σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.

20ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,

21στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,

22εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,

23ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.

24τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·

25Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;

26εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,

27σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν

28ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.

29ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει

30ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.

31ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·

32καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα

33ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·

34ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον

35πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.

36ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ

37ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι

38ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.

39καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν

40ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.

41ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη

42Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ

43ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ

44δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη

45πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·

46τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.

47ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.

48αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε

49Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,

50βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,

51πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·

52ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν

53ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε

54ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας

55ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.

56ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·

57πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην

58ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι

59ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;

60καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα

61βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.

62πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,

63οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·

64οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες

65ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.

66ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι

67πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·

68οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.

69ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην

70ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.

71ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.

72οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην

73ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·

74κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.

75καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,

76μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν

77παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν

78ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.

79δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,

80ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.

81ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,

82μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.

83αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,

84οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.

85αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,

86ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ

87καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,

88ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.

89καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα

90τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης

91εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,

92στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.

93αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,

94ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα

95λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.

96αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ

97δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,

98εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.

99αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,

100σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·

101τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.

102οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,

103ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,

104τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·

105τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,

106ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·

107πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,

108ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·

109ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.

110ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι

111ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,

112ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,

113ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,

114ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.

115σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·

116ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·

117αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,

118ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·

119ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;

120ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

121ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;

122ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·

123νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα

124καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

125ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;

126ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.

127ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,

128ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ

129φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.

130βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,

131ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε

132δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν

133ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ

134μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·

135ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε

136μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.

137σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,

138τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·

139οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη

140θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.

141στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,

142ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,

143ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι

144λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.

145ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

146λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,

147μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.

148αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.

149γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;

150εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

151Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,

152εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·

153εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,

154τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,

155τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς

156αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,

157λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.

158κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,

159ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.

160οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,

161οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.

162Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ

163φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·

164ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,

165τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.

166ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ

167δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,

168ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς

169γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.

170χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·

171τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι

172νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,

173ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω

174παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.

175ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας

176ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα

177ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.

178ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,

179εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.

180σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,

181ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν

182ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,

183ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον

184ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,

185χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.

186τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·

187ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·

188Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,

189ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·

190καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.

191νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,

192οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,

193ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.

194ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.

195Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,

196εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,

197τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.

198ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·

199στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;

200ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;

201οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,

202ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται

203δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.

204οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,

205ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.

206ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,

207τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες

208ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.

209ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,

210λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.

211ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,

212κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν

213Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·

214πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,

215δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,

216ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.

217δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·

218ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς

219ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ

220χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.

221ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ

222γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.

223ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.

224αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς

225ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,

226ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.

227αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,

228ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,

229τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα

230μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος

231οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.

232ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ

233ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη

234τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,

235ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.

236ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

237κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.

238δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·

239κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.

240οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,

241Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·

242πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,

243νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.

244αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη

245ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.

246ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.

247ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

248πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.

249ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς

250ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.

251αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·

252εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,

253ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,

254ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

255ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω

256πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι

257πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.

258ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·

259ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,

260τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν

261καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.

262αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος

263ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,

264λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι

265εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.

266ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,

267ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.

268ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,

269πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.

270οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,

271ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,

272ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.

273τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω

274μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·

275καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·

276τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε

277ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.

278ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς

279ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·

280ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν

281οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.

282βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν

283ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον

284Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.

285ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.

286καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,

287ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,

288ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.

289ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα

290πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.

291δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου

292αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·

293ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,

294τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.

295ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς

296ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.

297αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,

298καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι

299δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.

300ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο

301νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται

302δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο

303ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,

304ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι

305μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,

306ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,

307κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.

308ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,

309τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.

310τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας

311βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι

312χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.

313εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,

314ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι

315οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.

316ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ

317ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.

318αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·

319ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ

320ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.

321δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο

322ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.

323αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·

324κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·

325νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας

326ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.

327δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.

328ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.

329αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα

330πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν

331ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.