The Greek Library Author

Homer

Ὀδύσσεια

Book 20

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 20

1αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·

2κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε

3κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·

4Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.

5ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ

6κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες

7ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,

8ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.

9τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

10πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,

11ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,

12ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

13ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.

14ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα

15ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,

16ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·

17στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·

18τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.

19ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ

20ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις

21ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.

22ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·

23τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα

24νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.

25ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,

26ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα

27αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,

28ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων

29ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει

30μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη

31οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·

32στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·

33τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;

34οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ

35καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.

36τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

37ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·

38ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

39ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,

40μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.

41πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·

42εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,

43πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.

44τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

45σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,

46ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·

47αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω

48ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·

49εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων

50νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,

51καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.

52ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν

53πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.

54ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,

55αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.

56εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,

57λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·

58κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.

59αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,

60Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·

61Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη

62ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο

63αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα

64οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,

65ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.

66ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·

67τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο

68ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη

69τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·

70Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν

71εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,

72ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

73εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,

74κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—

75ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,

76μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—

77τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο

78καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·

79ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,

80ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα

81ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

82μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

83ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις

84ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,

85νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,

86ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—

87αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.

88τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,

89τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ

90χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.

91ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

92τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·

93μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν

94ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.

95χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,

96ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην

97θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·

98Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

99ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,

100φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων

101ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.

102ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,

103αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,

104ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.

105φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς

106πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,

107τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες

108ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.

109αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,

110ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·

111ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·

112Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,

113ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,

114οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.

115κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·

116μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε

117ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,

118οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν

119ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.

120ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς

121Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.

122αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος

123ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.

124Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,

125εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·

126ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

127εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·

128στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·

129μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ

130εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;

131τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·

132ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων

133χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.

134τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·

135οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.

136οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,

137σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.

138ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,

139ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,

140αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,

141οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,

142ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν

143ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.

144ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει

145ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

146βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.

147ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,

148Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·

149ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,

150ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας

151βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας

152πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας

153καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ

154ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.

155οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,

156ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.

157ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.

158αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,

159αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.

160ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα

161εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες

162ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης

163τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.

164καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,

165αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·

166ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,

167ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;

168τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·

169αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,

170ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται

171οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.

172ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

173ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.

174αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,

175δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.

176καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,

177αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·

178ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα

179ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;

180πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω

181πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον

182αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.

183ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,

184ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

185τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,

186βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.

187πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους

188ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.

189καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,

190αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·

191τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

192ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι

193ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;

194δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·

195ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,

196ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.

197ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,

198καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

199χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω

200ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.

201Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

202οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,

203μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.

204ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε

205μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω

206τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,

207εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

208εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,

209ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν

210εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.

211νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

212ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·

213τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς

214ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,

215οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη

216κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.

217αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

218πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος

219ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,

220ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα

221βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.

222καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων

223ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·

224ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν

225ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.

226τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

227βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,

228γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,

229τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·

230ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα

231ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

232ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·

233σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,

234κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.

235τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

236αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·

237γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

238ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

239νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

240ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

241μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε

242ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,

243αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.

244τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·

245ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,

246Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.

247ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.

248ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο

249χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

250οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,

251ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·

252σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον

253κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.

254σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,

255καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.

256οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

257Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,

258ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,

259δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·

260πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν

261ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·

262ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·

263κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω

264πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν

265οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.

266ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς

267καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.

268ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες

269Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.

270τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

271καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,

272Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.

273οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη

274παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.

275ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.

276κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην

277ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ

278ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.

279οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,

280μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·

281πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο

282ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει

283Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.

284μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη

285λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον

286δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.

287ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,

288Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·

289ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι

290μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.

291ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·

292κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·

293μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,

294ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

295ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.

296ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς

297ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ

298δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.

299ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.

300κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς

301ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ

302σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.

303Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·

304Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·

305οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.

306ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,

307καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο

308ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ

309φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,

310ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.

311ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,

312μήλων σφαζομένων οἴνοιό τε πινομένοιο

313καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.

314ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·

315εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,

316καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη

317τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,

318ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας

319ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.

320ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·

321ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·

322ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ

323ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·

324μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον

325δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.

326Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην

327ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.

328ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

329νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

330τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε

331μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,

332εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·

333νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.

334ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,

335γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,

336ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,

337ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.

338τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

339οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,

340ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,

341οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

342γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.

343αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι

344μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.

345ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη

346ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.

347οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,

348αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων

349δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.

350τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

351ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

352εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

353οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,

354αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·

355εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,

356ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ

357οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.

358ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.

359τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·

360ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.

361ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε

362εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.

363τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

364Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·

365εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω

366καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.

367τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν

368ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο

369μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος

370ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.

371ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,

372ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.

373μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες

374Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·

375ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

376Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·

377οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,

378σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων

379ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.

380ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.

381ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·

382τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες

383ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.

384ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,

385ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,

386ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.

387ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον

388κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

389ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.

390δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο

391ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·

392δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,

393οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ

394θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.