Ὀδύσσεια
Book 19
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 19
1αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
2μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
3αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
4Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
5πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
6παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
7ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
8οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
9ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
10πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
11μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
12ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
13καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
14ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
15ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
16μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
17ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
18καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
19πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
20νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
21τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
22αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
23οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
24ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
25δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
26τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
27ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
28χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
29ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
30κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
31τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
32ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
33ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
34χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
35δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
36ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
37ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
38εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
39φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
40ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
41τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
42σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
43αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
44ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
45ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
46ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
47ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
48κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
49ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
50ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
51αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
52μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
53ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
54Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
55τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
56δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
57ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
58προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
59ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
60ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
61αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
62καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
63πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
64νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
65ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
66ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
67δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
68ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
69ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
70τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
71δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
72ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
73πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
74τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
75καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
76ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
77τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
78ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
79οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
80ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
81τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
82ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
83μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
84ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
85εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
86ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
87Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
88λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
89ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
90ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
91πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
92ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
93πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
94ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
95ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
96ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
97Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
98ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
99ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
100ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
101δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
102ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
103τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
104ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
105τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
106τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
107ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
108νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
109ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
110ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
111εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
112πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
113τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
114ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
115τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
116μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
117μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
118μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
119οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
120ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
121μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
122φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
123τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
124ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
125ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
126Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
127εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
128μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
129νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
130ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
131Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
132οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
133οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
134τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
135οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
136ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
137οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
138φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
139στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
140λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
141κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
142μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
143ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
144Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
145μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
146μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
147αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
148ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
149ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
150νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
151ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
152ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
153μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
154καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
155εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
156ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
157νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
158μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
159γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
160γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
161οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
162ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
163οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
164τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
165ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
166οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
167ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
168πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
169ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
170πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
171ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
172Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
173καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
174πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
175ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
176ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
177Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
178τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
179ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
180πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
181Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
182ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
183ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
184ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
185ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
186καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
187ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
188στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
189ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
190αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
191ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
192τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
193οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
194τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
195ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
196καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
197δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
198καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
199ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
200εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
201εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
202τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
203ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
204τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
205ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
206ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
207τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
208ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
209κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
210θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
211ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
212ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
213ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
214ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
215νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
216εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
217ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
218εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
219αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
220τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
221ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
222εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
223ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
224αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
225χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
226διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
227αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
228ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
229ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
230ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
231αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
232τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
233οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
234τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
235ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
236ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
237οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
238ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
239ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
240ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
241καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
242καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
243αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
244καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
245εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
246γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
247Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
248ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
249ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
250σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
251ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
252καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
253νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
254ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
255αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
256πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
257κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
258οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
259τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
260ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
261τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
262ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
263μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
264τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
265καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
266κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
267ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
268ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
269νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
270ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
271ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
272ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
273αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
274ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
275Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
276Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
277οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
278τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
279Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
280οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
281καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
282οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
283ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
284χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
285ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
286οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
287ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
288ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
289νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
290οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
291ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
292ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
293καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
294καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
295ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
296τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
297ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
298ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
299ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
300ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
301ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
302δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
303ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
304ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
305ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
306τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
307τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
308τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
309αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
310τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
311ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
312ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
313οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
314τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
315οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
316ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
317ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
318δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
319ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
320ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
321ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
322ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
323τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
324ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
326ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
327εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
328δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
329ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
331ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
332ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
333τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
334πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
335τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
336ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
337ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
338ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
339νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
340κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
341πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
342ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
343οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
344γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
346εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
347ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
348τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
349τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
350ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
351ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
352ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
353ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
354ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
355δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
356ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
357ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
358νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
359ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
360αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
361ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
362δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
363ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
364ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
365οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
366πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
367ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
368γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
369νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
370οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
371ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
372ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
373τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
374οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
375κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
376τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
377καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
378κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
379πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
380ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
381ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
382τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
384ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
385ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
386ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
387τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
388ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
389ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
390αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
391οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
392νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
393οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
394Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
395μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
396κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
397Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
398ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
399Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
400παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
401τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
402παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
403Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
404παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
405τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
406γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
407πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
408ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
409τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
410ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
411ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
412τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
413τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
414τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
415χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
416μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
417κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
418Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
419δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
420αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
421τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
422μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
423ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
424ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
425δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
426ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
427δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
428ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
429βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
430υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
431ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
432Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
433Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
434ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
435οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
436ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
437υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
438ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
439ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
440τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
441οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
442οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
443ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
444τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
445ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
446φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
447στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
448ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
449οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
450γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
451λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
452τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
453ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
454κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
455τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
456ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
457δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
458ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
459τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
460εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
461καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
462εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
463χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
464οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
465ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
466Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
467τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
468γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
469ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
470ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
471τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
472δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
473ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
474ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
476ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
477πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
478ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
479τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
480χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
481τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
482μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
483τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
484ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
485ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
486σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
487ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
488εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
489οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
490δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
491τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
492τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
493οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
494ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
495ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
496εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
497δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
498αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
499τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
500μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
501εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
502ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
503ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
504οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
505αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
506αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
507θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
508τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
509ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
510καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
511ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
512αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
513ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
514ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
515αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
516κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
517ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
518ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
519καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
520δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
521ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
522παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
523κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
524ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
525ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
526κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
527εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
528ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
529μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
530παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
531γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
532νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
533καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
534κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
535ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
536χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
537ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
538ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
539πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
540ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
541αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
542ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
543οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
544ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
545φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
546θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
547οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
548χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
549ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
550ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
551ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
552παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
553πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
554τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
556ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
557πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
558πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
559τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
560ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
561γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
562δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
563αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
564τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
565οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
566οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
567οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
568ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
569ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
570ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
571ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
572οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
573τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
574ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
575στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
576νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
577ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
578καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
579τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
580κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
581τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
582τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
583ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
584μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
585πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
586πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
587νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
588τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
589εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
590τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
591ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
592ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
593ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
594ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
595λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
596αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
597ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
598ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
599ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
600ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
601οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
602ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
603κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
604ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.