Ὀδύσσεια
Book 3
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 3
1Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
2οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
3καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
4οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
5ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
6ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
7ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
8ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
9εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
10οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
11στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
12ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
13τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
14Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
15τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
16πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
17ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
18εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
19λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
20ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
21τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
22Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
23οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
24αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
25τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
26Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
27ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
28οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
29ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
30καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
31ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
32ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
33δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
34οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
35χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
36πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
37ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
39πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
40δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
41χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
42Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
43εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
44τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
46δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
47σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
48εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
49ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
50τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
51ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
52χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
53οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
54αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
55κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
56ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
57Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
58αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
59σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
61οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
62ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
63δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
64ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
65οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
66μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
67αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
68τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
69νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
70ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
71ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
72ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
73οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
74ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
75τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
76θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
77θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
78ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
79ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
80εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
81ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
82πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
83πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
84δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
85σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
86ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
87πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
88κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
89οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
90εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
91εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
92τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
93κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
94ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
95πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
96μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
97ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
98λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
99ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
101τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
104δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
106πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
107ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
108μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
109ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
110ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
111ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
112Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
113ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
114πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
117πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
118εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
119παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
120ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
121ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
122παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
123κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
124ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
125ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
126ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
127οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
128ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
129φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
130αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
131βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
132καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
133Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
134πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
136ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
137τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
138μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
139οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
141ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
142νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
143οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
144λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
145ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
146νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
147οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
148ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
149ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
150ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
151νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
152ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
153ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
154κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
155ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
156αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
157ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
158ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
159ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
160οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
161σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
162οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
163ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
164αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
165αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
166φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
167φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
168ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
169ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
171νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
172ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
173ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
174δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
176ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
177ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
178ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
179πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
180τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
181Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
183οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
184ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
185κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
186ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
187πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
188εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
189οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
191πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
192οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
193Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
194ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
196ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
197ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
198Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
199καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
200ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
201τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
202ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
203καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
204οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
205αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
206τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
207οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
208ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
209πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
210τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
211ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
212φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
214εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
215ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
216τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
217ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
218εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
219ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
220δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
221οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
222ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
223εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
224τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
225τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
226ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
227λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
228ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
229τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
230Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
231ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
232βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
233οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
234ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
235ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
237καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
238μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
239τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
240Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
241κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
242φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
243νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
244Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
245τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
246ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
247ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
248πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
249ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
250Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
251ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
252πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
253τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
254τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
255ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
256εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
257Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
258τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
261κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
262ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
263ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
264πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
265ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
266δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
267πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
268Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
269ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
271κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
272τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
273πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
274πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
275ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
276ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
277Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
278ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
279ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
280οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
281πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
282Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
283νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
284ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
285ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
286ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
287ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
288ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
289ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
290κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
291ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
292ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
293ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
294ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
295ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
296ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
297αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
298ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
299κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
301ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
302ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
303τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
305ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
304κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
306τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
307ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
308Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
309ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
310μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
311αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
312πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
313καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
314κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
315οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
316κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
317ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
318ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
319ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
320ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
321ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
322αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
323ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
324εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
325πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
326ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
327λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
328ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
329ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
331ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
332ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
333ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
334σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
335ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
336δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
337ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
338τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
339κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
341γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
342αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
343δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
344ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
346Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
347ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
348ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
349ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
350οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
351αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
352οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
353νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
354ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
356τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
357εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
358Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
359ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
360σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
361εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
362οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
363οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
364πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
367εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
368οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
369πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
370οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
371ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
372φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
373θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
374Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
375ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
376εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
377οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
378ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
379ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
380ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
381αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
382σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
383ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
384τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
385ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
386τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
387υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
388ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
389ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
390τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
391οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
392ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
393τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
394εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
395αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
396οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
397τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
398Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
399τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
400πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
401ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
402αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
403τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
404ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
405ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
406ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
407οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
408λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
409Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
410ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
411Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
412σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
413ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
414Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
415τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
416πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
417τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
418καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
419ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
420ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
421ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
422ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
423εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
424πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
425εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
426ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
427οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
428δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
429ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
430ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
431ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
432Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
433ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
434ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
435οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
436ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
437χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
438ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
439βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
440χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
441ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
442ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
444Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
445χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
446εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
447αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
448αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
449ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
450αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
451θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
452Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
453οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
454ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
455τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
456αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
457πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
458δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
459καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
460λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
461αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
462μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
463ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
464τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
466αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
467ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
468ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
469πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
470οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
471δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
472οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
473αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
474τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
475παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
477ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
478καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
479ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
480ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
481ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
482πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
483ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
484μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
485ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
486οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
487δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
488ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
489υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
490ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
491ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
492ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
493ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
494μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
495ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
496ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
497δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.