Ὀδύσσεια
Book 9
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 9
1τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
2Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
3ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
4τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
5οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
6ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
7δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
8ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
9σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
10οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
11τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
12σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
13εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
14τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
15κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
16νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
17εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
18ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
19εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
20ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
21ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
22Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
23πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
24Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
25αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
26πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
27τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
28ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
29ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
30ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
31ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
32Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
33ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
34ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
35γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
36γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
37εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
38ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
39Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
40Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
41ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
42δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
43ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
44ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
45ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
46ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
47τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
48οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
49ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
50ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
51ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
52ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
53ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
54στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
55βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
56ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
57τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
58ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
59καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
60ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
61ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
62ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
63ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
64οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
65πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
66οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
67νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
68λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
69γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
70αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
71τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
72καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
73αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
74ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
75κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
76ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
77ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
78ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
79καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
80ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
81καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
82ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
83πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
84γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
85ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
86αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
87αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
88δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
89οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
90ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
91οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
92οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
93ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
94τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
95οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
96ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
97λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
98τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
99νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
100αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
101σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
102μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
103οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
104ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
105ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
106Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
107ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
108οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
109ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
110πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
111οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
112τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
113ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
114ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
115παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
116νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
117γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
118ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
119ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
120οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
121ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
122οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
123ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
124ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
125οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
126οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
127νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
128ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
129ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
130οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
131οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
132ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
133ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
134ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
135εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
136ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
137οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
138ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
139θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
140αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
141κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
142ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
143νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
144ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
145οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
146ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
147οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
148εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
149κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
150ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
151ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
152ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
153νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
154ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
155αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
156αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
157εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
158βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
159νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
160ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
161ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
162ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
163οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
164ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
165ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
166Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
167καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
168ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
169δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
170ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
171καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
172ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
173αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
174ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
175ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
176ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
177ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
178αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
179οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
180ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
181ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
182ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
183ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
184μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
185ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
186μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
187ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
188οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
189πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
190καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
191ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
192ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
193δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
194αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
195αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
196βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
197ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
198ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
199οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
200ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
201Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
202χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
203δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
204οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
205ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
206ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
207ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
208τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
209ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
210χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
211θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
212τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
213κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
214ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
215ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
216καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
217εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
218ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
219ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
220ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
221ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
222χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
223γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
224ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
225τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
226καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
227σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
228ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
229ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
230οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
231ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
232τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
233ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
234ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
235ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
236ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
237αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
238πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
239ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
240αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
241ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
242ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
243τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
244ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
245πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
246αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
247πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
248ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
249πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
250αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
251καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
252ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
253ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
254οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
255ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
256ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
257δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
258ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
259ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
260παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
261οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
262ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
263λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
264τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
265τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
266πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
267ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
268δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
269ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
270Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
271ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
272ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
273νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
274ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
275οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
276οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
277οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
278οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
279ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
280ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
281ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,
282ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
283νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
284πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
285ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
286αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
287ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
288ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
289σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
290κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
291τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
292ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
293ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
294ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
295σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
296αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
297ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
298κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
299τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
300ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
301οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
302χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
303αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
304οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
305χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
306ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
307ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
308καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
309πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
310αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
311σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
312δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
313ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
314ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
315πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
316Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
317εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
318ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
319Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
321αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
322ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
323φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
324τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
325τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
326καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
327οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
328ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
329καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
330ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
331αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
332ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
333τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
334οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
335τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
336ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
337αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
338πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
339ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
340αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
341ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
342πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
343αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
344σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
345καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
346κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
347Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
348ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
349ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
350οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
351σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
352ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
353ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
354ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
355δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
356αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
357καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
358οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
359ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
360ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
361τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
362αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
363καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
364Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
365ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
366Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
367μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
368ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
369Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
370τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
371ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
372κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
373ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
374ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
375καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
376ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
377θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
378ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
379ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
380καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
381ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
382οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
383ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
384δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
385τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
386ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
387ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
388δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
389πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
390γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
391ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
392εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
393φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
394ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
395σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
396ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
397ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
398τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
399αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
400ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
401οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
402ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
403τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
404νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
405ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
406ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
407τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
408ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
409οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
410εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
411νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
412ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
413ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
414ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
415Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
416χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
417αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
418εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
419οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
420αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
421εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
422εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
423ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
424ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
425ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
426καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
427τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
428τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
429σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
430τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
431τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
432ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
433τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
434κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
435νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
436ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
437ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
438καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
439θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
440οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
441τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
442ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
443ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
444ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
445λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
446τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
447κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
448ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
449ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
450μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
451πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
452ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
453ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
454σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
455Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
456εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
457εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
458τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
459θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
460λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
461ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
462ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
463πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
464καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
465πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
466ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
467οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
468ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
469κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
470πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
471οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
472ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
473ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
474καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
475Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
476ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
477καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
478σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
479ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
480ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
481ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
482κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
483τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
484ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
485τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
486πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
487αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
488ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
489ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
490κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
491ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
492καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
493μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
494σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
495ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
496αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
497εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
498σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
499μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
500ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
501ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
502Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
503ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
504φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
505υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
506ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
507ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
508ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
509Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
510καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
511ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
512χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
513ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
514ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
515νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
516ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
517ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
518πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
519τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
520αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
521οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
522ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
523αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
524εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
525ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
526ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
527εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
528κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
529εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
530δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
531υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
532ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
533οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
534ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
535νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
536ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
537αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
538ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
539κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
540τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
541ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
542τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
543ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
544νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
545ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
546νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
547ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
548μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
549δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
550ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
551μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
552Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
553ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
554ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
555νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
556ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
557ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
558ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
559δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
560ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
561δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
562αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
563οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
564ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
565ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
566ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.