Ὀδύσσεια
Book 4
Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- Augustus Taber Murray
- Edition reference
- The Odyssey · London · William Heinemann, Ltd. · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 4
1οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
2πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
3τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
4υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
5τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
6ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
7δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
8τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
9Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
10υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
11ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
12ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
13ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
14Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
15ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
16γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
17τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
18φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
19μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
20τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
21Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
22στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
23ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
24βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
25ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
26ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
27ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
28ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
29ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
30τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
31οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
32τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
33ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
34ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
35ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
36ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
37ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
38ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
39οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
40καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
41πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
42ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
43αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
44θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
45ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
46δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
47αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
48ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
49τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
50ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
51ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
52χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
53καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
54νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
55σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
56εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
57δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
58παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
59τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
60σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
61δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
62ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
63ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
64σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
65ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
66ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
67οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
68αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
69δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
70ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
71φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
72χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
73χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
74Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
75ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
76τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
77καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
78τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
79ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
80ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
81κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
82ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
83Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
84Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
85καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
86τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
87ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
88τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
89ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
90ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
91ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
92λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
93ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
94καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
95εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
96εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
97ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
98ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
99Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
100ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
101πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
102ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
103παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
104τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
105ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
106μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
107ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
108αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
109κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
110ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
111Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
112Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
113ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
114δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
116ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
117μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
118ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
119ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
120ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
121ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
122ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
123τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
124Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
126Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
127Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
128ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
129δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
130χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
131χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
132ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
133τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
134νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
135ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
136ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
137αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
138ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
139ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
141οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
142οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
143ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
144Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
145κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
146ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
147τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
148οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
149κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
151καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
152μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
153ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
154χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
155τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
156Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
157κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
158ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
159ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
160ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
161αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
162τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
163ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
164πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
165ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
166ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
167εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
168τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
169ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
170ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
171καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
172Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
173νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
174καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
175ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
176καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
177αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
178καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
179ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
180πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
181ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
182ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
183ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
184κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
185κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
186οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
187μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
188τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
189τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
190Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
191Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
192οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
193καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
194τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
195ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
196κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
197τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
198κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
199καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
200Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
201ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
202Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
203τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
204ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
205εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
206τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
207ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
208ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
209ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
210αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
211υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
212ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
213δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
214χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
215Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
216ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
217ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
218οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
219ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
220αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
221νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
222ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
223οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
224οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
225οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
226χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
227τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
228ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
229Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
230φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
231ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
232ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
233αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
234ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
235Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
236ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
237Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
238ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
239καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
240πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
241ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
242ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
243δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
244αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
245σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
246ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
247ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
248δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
249τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
250πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
251καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
252ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
253ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
254μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
255πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
256καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
257πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
258ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
259ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
260χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
261ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
262δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
263παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
264οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
265τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
266ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
267ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
268ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
269ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
270οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
271οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
272ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
273Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
274ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
275δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
276καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
277τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
278ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
279πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
280αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
281ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
282νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
283ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
284ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
285ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
286Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
287ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
288νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
289τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
290τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
291Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
292ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
293οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
294ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
295ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
296ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
297δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
298πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
299χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
300αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
301δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
302οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
303Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
304Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
306ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
307ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
308εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
309ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
311Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
312τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
313ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
314δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
315τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
316Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
317ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
318ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
319δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
320μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
321μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
322τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
323κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
324ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
325πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
326μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
327ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
328λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
329ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
330δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
331τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
332τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
333ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
334ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
335ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
336νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
337κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
338βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
339ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
340ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
341αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
342τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
343ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
344κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
345τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
346πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
347ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
348ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
349ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
350τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
351Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
352ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
353οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
354νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
355Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
356τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
357ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
358ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
359ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
360ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
361πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
362πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
363καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
364εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
365Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
366Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
367ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
368αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
369γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
370ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
371νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
372ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
373ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
374εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
375ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
376ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
377ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
378ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
379ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
380ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
381νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
382ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
383τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
384πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
385ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
386πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
387τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
388τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
389ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
390νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
391καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
392ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
393οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
394ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
395αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
396μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
397ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
398ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
399τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
400ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
401τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
402πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
403ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
404ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
405ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
406πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
407ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
408εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
409τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
410πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
411φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
412αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
413λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
414τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
415καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
416αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
417πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
418ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
419ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
420ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
421τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
422καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
423ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
424νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
425ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
426αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
427ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
428αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
429δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
430δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
431ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
432καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
433ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
434τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
435τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
436τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
437πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
438εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
439ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
440ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
441ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
442φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
443τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
444ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
445ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
446ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
447πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
448φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
449ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
450ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
451ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
452ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
453ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
454ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
455βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
456ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
457αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
458γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
459ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
460ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
461καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
462τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
463ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
464ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
465οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
466ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
467εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
468ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
469ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
470νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
471ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
472ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
473ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
474σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
475οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
476οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
477πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
478αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
479ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
480καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
481ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
482οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
483Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
484ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
485ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
486ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
487ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
488οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
489ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
490ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
491ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
492Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
493ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
494δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
495πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
496ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
497ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
498εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
499Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
500Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
501πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
502καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
503εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
504φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
505τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
506αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
507ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
508καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
509τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
510τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
511ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
512σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
513ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
514ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
516πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
517ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
518τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
519ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
520ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
521ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
522καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
523δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
524τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
525Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
526χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
527μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
528βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
529αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
530κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
531εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
532αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
533ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
534τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
535δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
536οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
537οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
538ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
539κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
540ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
541αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
542δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
543μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
544κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
545πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
546ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
547κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
548ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
549αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
550καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
551τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
552ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
553ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
554ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
555υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
556τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
557νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
558ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
559οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
560οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
561σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
562Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
563ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
564ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
565τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
566οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
567ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
568Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
569οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
570ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
571αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
572ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
573αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
574δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
575δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
576ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
577νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
578ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
579ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
580ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
581ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
582στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
583αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
584χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
585ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
586ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
587ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
588ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
589καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
590τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
591δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
592ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
593τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
594Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
595καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
596ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
597αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
598τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
599ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
600δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
601ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
602ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
603εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
604πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
605ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
606αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
607οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
608αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
609ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
611αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
612τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
613δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
614δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
615δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
616ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
617ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
618Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
619κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
620ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
621δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
622οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
623σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
624ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
625μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
626δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
627ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
628Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
629ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
630τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
631Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
632Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
633ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
634νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
635Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
636δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
637ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
638ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
639ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
640ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
641τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
642νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
643κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
644θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
645καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
646ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
647ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
648τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
649αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
650ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
651αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
652κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
653οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
654Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
655ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
656χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
657ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
658τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
659μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
660τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
661ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
662πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
663ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
664Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
665ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
666νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
667ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
668Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
669ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
670ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
671ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
672ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
673ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
674αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
675οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
676μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
677κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
678αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
679βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
680τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
681κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
682ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
683ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
684μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
685ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
686οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
687κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
688ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
689οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
690οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
691ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
692ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
693κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
694ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
695φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
696τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
697αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
698ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
699μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
700Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
701οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
702ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
703ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
704δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
705δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
706ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
707κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
708νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
709ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
710ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
711τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
712οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
713θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
714πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
715ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
716τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
717δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
718ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
719οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
720πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
721τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
722κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
723ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
724ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
725παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
726ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
727νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
728ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
729σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
730ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
731ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
732εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
733τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
734ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
736δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
737καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
738Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
739εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
740ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
741ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
742τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
743νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
744ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
745ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
746σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
747μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
748ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
749ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
751εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
752εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
753ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
754μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
755πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
756ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
757δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
758ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
759ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
760εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
761ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
762κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
763εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
764ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
765τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
766μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
767ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
768μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
769ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
770ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
771ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
772ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
773τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
774δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
775πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
776ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
777μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
778ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
779βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
781ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
782ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
783πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
784τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
785ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
786ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
787ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
788κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
789ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
791ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
792δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
793τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
794εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
795ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
796εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
797Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
798τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
799πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
800ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
801παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
802ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
803στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
804εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
805οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
806κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
807σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
808τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
809ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
810τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
811πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
812καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
813πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
814ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
816ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
817νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
818νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
819τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
820τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
821ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
822δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
823ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
824τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
825θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
826τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
827ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
828Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
829ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
830τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
831εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
832εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
833ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
834ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
835τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
836οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
837ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
838ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
839ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
840κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
841ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
842μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
843Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
844ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
846Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
847ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.